Follow @pistosgr

Βρίσκεστε εδώ:

Αποκάλυψη Ιωάννου

  • Κεφάλαιο 14 (Ἡ ὅρασις τοῦ Ἀρνίου καὶ τῶν λυτρωμένων - Ἡ ὅρασις τῶν τριῶν ἀγγέλων - Ὁ θερισμὸς καὶ ὁ τρυγητὸς τοῦ κόσμου)

    Ἡ ὅρασις τοῦ Ἀρνίου καὶ τῶν λυτρωμένων

    1 Ὕστερα ἐκύτταξα καὶ ἰδού, τὸ Ἀρνίον στεκότανε ἐπάνω εἰς τὸ ὄρος Σιὼν καὶ μαζί του ἑκατὸν σαράντα τέσσερις χιλιάδες, ποὺ εἶχαν τὸ ὄνομά του καὶ τὸ ὄνομα τοῦ Πατέρα του γραμμένον εἰς τὰ μέτωπά τους.

    2 Καὶ ἄκουσα φωνὴν ἀπὸ τὸν οὐρανὸν σὰν βοὴν ἀπὸ πολλὰ νερὰ καὶ σὰν βοὴν μεγάλης βροντῆς· ἡ φωνὴ αὐτὴ ἦτο σὰν φωνὴ κιθαρωδῶν ποὺ ἔπαιζαν μὲ τὶς κιθάρες τους.

    3 Καὶ τραγουδοῦσαν ἕνα καινούργιο ἆσμα ἐμπρὸς εἰς τὸν θρόνον καὶ ἐμπρὸς εἰς τὰ τέσσερα ζωντανὰ ὄντα καὶ τοὺς πρεσβυτέρους, καὶ δὲν μποροῦσε νὰ καταλάβῃ κανεὶς τὸ ἆσμα παρὰ αἱ ἑκατὸν σαράντα τέσσερις χιλιάδες, ποὺ εἶχαν ἀγορασθῆ ἐκ τῆς γῆς.

    4 Αὐτοὶ εἶναι ποὺ δὲν ἐμολύνθησαν μὲ γυναῖκες, εἶναι δηλαδὴ παρθένοι. Αὐτοὶ εἶναι ποὺ ἀκολουθοῦν τὸ Ἀρνίον ὅπου πηγαίνει. Ἐξαγοράσθηκαν ἀπὸ τὴν ἀνθρωπότητα σὰν πρωτογεννήματα διὰ τὸν Θεὸν καὶ διὰ τὸ Ἀρνίον,

    5 καὶ δὲν εὑρέθηκε ψεῦδος εἰς τὸ στόμα τους, διότι εἶναι ἄμεμπτοι.

    Ἡ ὅρασις τῶν τριῶν ἀγγέλων

    6 Ὕστερα εἶδα ἄλλον ἄγγελον νὰ πετᾷ εἰς τὸ μέσον τοῦ οὐρανοῦ, ὁ ὁποῖος εἶχε ἕνα αἰώνιον χαρμόσυνον ἄγγελμα νὰ κηρύξῃ εἰς τοὺς κατοίκους τῆς γῆς, εἰς κάθε ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, καὶ ἔλεγε μὲ φωνὴν δυνατήν,

    7 «Φοβηθῆτε τὸν Θεὸν καὶ δοξάστε τον, διότι ἦλθε ἡ ὥρα νὰ κάνῃ κρίσιν· προσκυνῆστε ἐκεῖνον ποὺ δημιούργησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὰς πηγὰς τῶν νερῶν».

    8 Καὶ ἄλλος ἄγγελος, δεύτερος, ἀκολούθησε καὶ ἔλεγε, «Ἔπεσε, ἔπεσε ἡ Βαβυλὼν ἡ μεγάλη, ἡ ὁποία ἔκανε ὅλα τὰ ἔθνη νὰ πιοῦν ἀπὸ τὸ κρασὶ τοῦ πάθους τῆς πορνείας της».

    9 Καὶ ἄλλος ἄγγελος, τρίτος, τοὺς ἀκολούθησε καὶ ἔλεγε μὲ φωνὴν δυνατήν, «Ὅποιος προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα του καὶ ἔχει τὸ σημάδι χαραγμένο εἰς τὸ μέτωπόν του ἢ εἰς τὸ χέρι του,

    10 θὰ πιῇ καὶ αὐτὸς ἀπὸ τὸ κρασὶ τοῦ θυμοῦ τοῦ Θεοῦ πού, ἀνόθευτο, περιέχεται εἰς τὸ ποτήρι τῆς ὀργῆς του, καὶ νὰ βασανισθῇ μὲ φωτιὰ καὶ θειάφι ἐμπρὸς εἰς τοὺς ἁγίους ἀγγέλους καὶ ἐμπρὸς εἰς τὸ Ἀρνίον.

    11 Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ των θὰ ἀνεβαίνῃ εἰς αἰῶνας αἰώνων καὶ δὲν θὰ ἔχουν ἀνάπαυσιν ἡμέραν καὶ νύχτα ὅσοι προσκυνοῦν τὸ θηρίον καὶ τὴν εἰκόνα του καὶ ὅποιος ἔχει τὸ χαραγμένο σημάδι τοῦ ὀνόματός του».

    12 Ἐδῶ θὰ φανῇ ἡ ὑπομονὴ τῶν ἁγίων οἱ ὁποῖοι τηροῦν τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν εἰς τὸν Ἰησοῦν.

    13 Καὶ ἄκουσα φωνὴν ἀπὸ τὸν οὐρανὸν νὰ λέγῃ, «Γράψε: Μακάριοι εἶναι εἰς τὸ ἑξῆς οἱ νεκροὶ ποὺ πεθαίνουν ἐν Κυρίῳ. Ναί», λέγει τὸ Πνεῦμα, «διὰ νὰ ἀναπαυθοῦν ἀπὸ τοὺς κόπους των, διότι τὰ ἔργα των τοὺς ἀκολουθοῦν».

    Ὁ θερισμὸς καὶ ὁ τρυγητὸς τοῦ κόσμου

    14 Τότε, καθὼς ἐκύτταζα, ἰδού, ἕνα σύννεφο λευκὸ καὶ εἰς τὸ σύννεφο καθότανε κάποιος ὅμοιος μὲ υἱὸν ἀνθρώπου, ποὺ εἶχε εἰς τὸ κεφάλι του στεφάνι χρυσὸ καὶ εἰς τὸ χέρι του δρεπάνι κοφτερό.

    15 Καὶ ἐβγῆκε ἄλλος ἄγγελος ἀπὸ τὸν ναὸν καὶ ἐφώναξε μὲ δυνατὴν φωνὴν εἰς ἐκεῖνον ποὺ καθότανε ἐπάνω εἰς τὸ σύννεφο, «Στεῖλε τὸ δρεπάνι σου καὶ θέρισε, διότι ἦλθε ἡ ὥρα νὰ θερίσῃς· ἡ συγκομιδὴ τῆς γῆς ἔχει ὡριμάσει».

    16 Καὶ ἐκεῖνος ποὺ καθότανε εἰς τὸ σύννεφο ἔρριξε τὸ δρεπάνι του εἰς τὴν γῆν καὶ ἐθέρισε ἡ γῆ.

    17 Ὕστερα ἐβγῆκε ἄλλος ἄγγελος ἀπὸ τὸν ναὸν τοῦ οὐρανοῦ καὶ εἶχε καὶ αὐτὸς δρεπάνι κοφτερό.

    18 Ἐβγῆκε καὶ ἄλλος ἄγγελος ἀπὸ τὸ θυσιαστήριον ὁ ὁποῖος εἶχε ἐξουσίαν ἐπὶ τῆς φωτιᾶς, καὶ ἐφώναξε μὲ φωνὴν δυνατὴ εἰς ἐκεῖνον ποὺ εἶχε τὸ δρεπάνι τὸ κοφτερὸ καὶ τοῦ εἶπε, «Στεῖλε τὸ δρεπάνι σου τὸ κοφτερὸ καὶ τρύγησε τὰ σταφύλια τοῦ ἀμπελιοῦ τῆς γῆς, διότι ὡρίμασαν τὰ σταφύλια της».

    19 Καὶ ἔρριξε ὁ ἄγγελος τὸ δρεπάνι του εἰς τὴν γῆν καὶ ἐτρύγησε τὰ σταφύλια της καὶ τὰ ἔβαλε εἰς τὸ μεγάλο πατητῆρι τοῦ θυμοῦ τοῦ Θεοῦ.

    20 Καὶ ἐπατήθηκε τὸ πατητῆρι ἔξω ἀπὸ τὴν πόλιν καὶ ἔρρευσε αἷμα ἀπὸ τὸ πατητῆρι εἰς ὕψος ἕως τὰ χαλινάρια τῶν ἵππων καὶ εἰς ἔκτασιν χιλίων ἑξακοσίων σταδίων.

    Το αρχαίο κείμενο

    1 Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ' αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.

    2 καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ ἡ φωνὴ ἣν ἤκουσα, ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.

    3 καὶ ἄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.

    4 οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ·

    5 καὶ οὐχ εὑρέθη ψεῦδος ἐν τῷ στόματι αὐτῶν· ἄμωμοι γάρ εἰσιν.

    6 Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,

    7 λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν Κύριον καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.

    8 καὶ ἄλλος δεύτερος ἄγγελος ἠκολούθησε λέγων· Ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη, ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικε πάντα τὰ ἔθνη.

    9 Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει τὸ χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,

    10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον τῶν ἁγίων ἀγγέλων καὶ ἐνώπιον τοῦ ἀρνίου.

    11 καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.

    12 Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.

    13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· Γράψον· μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνῄσκοντες ἀπ' ἄρτι. ναί, λέγει τὸ Πνεῦμα, ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν· τὰ δὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ' αὐτῶν.

    14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενος ὅμοιος υἱῷ ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.

    15 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα τοῦ θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.

    16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέλην τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ. 17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.

    18 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησε κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασεν ἡ σταφυλὴ τῆς γῆς.

    19 καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ τὴν μεγάλην.

    20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξω τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

    Κεφάλαιο 15 (Ἡ ὅρασις τῶν ἑπτὰ φιαλῶν καὶ τῶν ἑπτὰ πληγῶν)


Δημοφιλη αρθρα

Λογοι