Follow @pistosgr

Βρίσκεστε εδώ:

Αποκάλυψη Ιωάννου

  • Κεφάλαιο 15 (Ἡ ὅρασις τῶν ἑπτὰ φιαλῶν καὶ τῶν ἑπτὰ πληγῶν)

    Ἡ ὅρασις τῶν ἑπτὰ φιαλῶν καὶ τῶν ἑπτὰ πληγῶν

    1 Ὕστερα εἶδα ἄλλο σημεῖον εἰς τὸν οὐρανόν, μεγάλο καὶ θαυμαστό: ἑπτὰ ἀγγέλους, οἱ ὁποῖοι εἶχαν τὰς ἑπτὰ πληγὰς τὰς τελευταίας, διότι μὲ αὐτὰς συμπληρώνεται ὁ θυμὸς τοῦ Θεοῦ.

    2 Καὶ εἶδα σὰν μία θάλασσαν γυάλινη ἀνακατεμμένη μὲ φωτιά, καὶ ἐκείνους ποὺ ἐνίκησαν τὸ θηρίον καὶ τὴν εἰκόνα του καὶ τὸν ἀριθμὸν τοῦ ὀνόματός του, νὰ στέκωνται εἰς τὴν γυάλινη θάλασσα μὲ κιθάρες τοῦ Θεοῦ.

    3 Καὶ ἔψαλλαν τὸ ἆσμα τοῦ Μωϋσέως, τοῦ δούλου τοῦ Θεοῦ, καὶ τὸ ἆσμα τοῦ Ἀρνίου καὶ ἔλεγαν, «Μεγάλα καὶ θαυμαστὰ εἶναι τὰ ἔργα σου, Κύριε Θεὲ Παντοκράτορ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, βασιλεῦ τῶν ἐθνῶν.

    4 Ποιός δὲν θὰ φοβηθῇ, Κύριε, καὶ δὲν θὰ δοξάσῃ τὸ ὄνομά σου; Διότι σὺ μόνος εἶσαι ὅσιος. Ὅλα τὰ ἔθνη θὰ ἔλθουν νὰ προσκυνήσουν ἐνώπιόν σου, διότι φανερώθηκαν αἱ δίκαιαι πράξεις σου».

    5 Ὕστερα ἀπὸ αὐτά, ἐκύτταξα καὶ ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου εἰς τὸν οὐρανόν, ἄνοιξε,

    6 καὶ ἐβγῆκαν ἀπὸ τὸν ναὸν οἱ ἑπτὰ ἄγγελοι ποὺ εἶχαν τὰς ἑπτὰ πληγάς, ντυμένοι μὲ καθαρὸ λινὸ ποὺ ἔλαμπε, καὶ εἶχαν τὰ στήθη τους ζωσμένα μὲ ζῶνες χρυσές.

    7 Καὶ ἕνα ἀπὸ τὰ τέσσερα ζωντανὰ ὄντα ἔδωκε εἰς τοὺς ἑπτὰ ἀγγέλους ἑπτὰ φιάλες χρυσὲς γεμᾶτες ἀπὸ τὸν θυμὸν τοῦ Θεοῦ ποὺ ζῆ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

    8 Καὶ ἐγέμισε ὁ ναὸς μὲ καπνὸν ἀπὸ τὴν δόξαν τοῦ Θεοῦ καὶ τὴν δύναμίν του,

    9 ὥστε δὲν μποροῦσε νὰ μπῇ κανεὶς εἰς τὸν ναὸν πρὶν συμπληρωθοῦν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.

    Το αρχαίο κείμενο

    1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.

    2 καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας τὰς κιθάρας τοῦ Θεοῦ.

    3 καὶ ἄδουσι τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ Θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε, ὁ Θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν.

    4 τίς οὐ μὴ φοβηθῇ, Κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.

    5 Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,

    6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, οἳ ἦσαν ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.

    7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς, γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

    8 καὶ ἐγεμίσθη ὁ ναὸς ἐκ τοῦ καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ·

    9 καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.

    Κεφάλαιο 16


Δημοφιλη αρθρα

Λογοι