Follow @pistosgr

Βρίσκεστε εδώ:

Αποκάλυψη Ιωάννου

  • Κεφάλαιο 19 (Νίκη εἰς τὸν οὐρανὸν καὶ ὁ γάμος τοῦ Ἀρνίου - Ὁ Χριστὸς θριαμβευτής - Ἡ καταστροφὴ τῶν ἐχθρῶν του)

    Νίκη εἰς τὸν οὐρανὸν καὶ ὁ γάμος τοῦ Ἀρνίου

    1 Ὕστερα ἀπὸ αὐτά, ἄκουσα σὰν φωνὴν δυνατὴν ἀπὸ λαὸν πολὺν εἰς τὸν οὐρανόν, οἱ ὁποῖοι ἔλεγαν, «Ἀλληλούϊα!

    2 Ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις εἶναι τοῦ Θεοῦ μας, διότι αἱ κρίσεις του εἶναι ἀληθιναὶ καὶ δίκαιαι. Κατεδίκασε τὴν πόρνην τὴν μεγάλην ἡ ὁποία μὲ τὴν πορνεία της διέφθειρα τὴν γῆν, καὶ ἐκδικήθηκε τὸ αἷμα τῶν δούλων του ἐναντίον της».

    3 Καὶ διὰ δευτέραν φορὰν εἶπαν, «Ἀλληλούϊα! Ὁ καπνός της ἀνεβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων».

    4 Καὶ ἔπεσαν οἱ εἴκοσι τέσσερις πρεσβύτεροι καὶ τὰ αἴκοσι τέσσερα ζωντανὰ ὄντα καὶ προσκύνησαν  τὸν Θεὸν ποὺ ἐκαθότανε εἰς τὸν θρόνον, καὶ ἔλεγαν, «Ἀμήν, ἀλληλούϊα».

    5 Καὶ ἀπὸ τὸν θρόνον ἐβγῆκε φωνὴν ποὺ ἔλεγε, «Αἰνεῖτε τὸν Θεόν μας ὅλοι οἱ δοῦλοί του καὶ ἐκεῖνοι ποὺ τὸν φοβοῦνται, μικροὶ καὶ μεγάλοι».

    6 Καὶ ἄκουσα σὰν φωνὴν ἀπὸ λαὸν πολὺν καὶ σὰν βοὴν ἀπὸ πολλὰ νερὰ καὶ σὰν βοὴν ἀπὸ δυνατὲς βροντές ποὺ ἔλεγαν, «Ἀλληλούϊα, διότι ἐβασίλευσεν ὁ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ.

    7 Ἂς χαίρωμεν καὶ ἂς ἀγαλλώμεθα καὶ ἂς τὸν δοξάζωμεν, διότι ἦλθε ἡ ἡμέρα τοῦ γάμου τοῦ Ἀρνίου καὶ ἡ γυναῖκά του ἔχει ἑτοιμασθῇ· τὴς ἐδόθηκε ἐκλεκτὸν λινὸν ἔνδυμα λαμπρόν, καθαρόν».

    8 Τὸ λινὸν δηλοῖ τὰς δικαίας πράξεις τῶν ἁγίων.

    9 Τότε ὁ ἄγγελος μοῦ εἶπε, «Γράψε: Μακάριοι οἱ καλεσμένοι εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ Ἀρνίου». Καὶ πρόσθεσεν, «Αὐτοὶ εἶναι ἀληθινοὶ λόγοι τοῦ Θεοῦ».

    10 Καὶ ἔπεσα ἐμπρὸς εἰς τὰ πόδια του νὰ τὸν προσκυνήσω, ἀλλ’ αὐτὸς μοῦ εἶπε, «Πρόσεξε, μή. Εἶμαι δοῦλος σὰν ἐσένα καὶ σὰν τοὺς ἀδελφούς σου ποὺ δίνουν μαρτυρίαν διὰ τὸν Ἰησοῦν. Τὸν Θεὸν νὰ προσκυνήσῃς». Ἡ μαρτυρίαν διὰ τὸν Ἰησοῦν εἶναι τὸ πνεῦμα τῆς προφητείας.

    Ὁ Χριστὸς θριαμβευτής

    11 Ὕστερα εἶδα τὸν οὐρανὸν ἀνοιχτόν, καὶ ἰδού, ἕνας ἵππος λευκὸς καὶ ὁ ἀναβάτης καλεῖται Πιστὸς καὶ Ἀληθινός· μὲ δικαιοσύνην κρίνει καὶ πολεμεῖ.

    12 Τὰ μάτια του ἦσαν σὰν πύρινη φλόγα καὶ εἰς τὸ κεφάλι του ἦσαν στέμματα πολλὰ. Ἐπάνω του ἦτο γραμμένον ἕνα ὄνομα, τὸ ὁποῖο κανεὶς δὲν ξέρει παρὰ αὐτός, καὶ φοροῦσε ἕνα ἔνδυμα βαμμένο εἰς τὸ αἷμα.

    13 Τὸ ὄνομα μὲ τὸ ὁποῖον καλεῖται εἶναι ὁ Λόγος τοῦ Θεοῦ·

    14 τὰ στρατεύματα τοῦ οὐρανοῦ, μὲ ἔνδυμα λινὸν λευκόν, καθαρόν, τὸν ἀκολουθοῦσαν ἐπάνω σὲ ἵππους λευκούς.

    15 Ἀπὸ τὸ στόμα του ἔβγαινε ρομφαία δίστομη  κοφτερή, διὰ νὰ πατάξῃ μὲ αὐτὴν τὰ ἔθνη. Αὐτὸς θὰ τοὺς ποιμάνη μὲ ράβδον σιδερένια καὶ θὰ πατήσῃ τὸ πατητῆρι ποὺ βγάζει τὸ κρασὶ τῆς μεγάλης ὀργῆς τοῦ Θεοῦ τοῦ Παντοκράτορος.

    16 Ἐπάνω εἰς τὸ ἔνδυμα  καὶ εἰς τὸν μηρόν του ἔχει ὄνομα γραμμένον, «Βασιλεὺς τῶν βασιλέων καὶ Κύριος τῶν κυρίων».

    Ἡ καταστροφὴ τῶν ἐχθρῶν του

    17 Ὕστερα εἶδα ἕνα ἄγγελον νὰ στέκεται εἰς τὸν ἥλιον καὶ ἐφώναξε μὲ φωνὴ δυνατὴν εἰς ὅλα τὰ ὄρνεα ποὺ πετοῦν εἰς τὸ μέσον τοῦ οὐρανοῦ, «Ἐμπρός! συγκεντρωθῆτε εἰς τὸ μεγάλο δεῖπνον τοῦ Θεοῦ,

    18 διὰ νὰ φᾶτε σάρκας βασιλέων καὶ στρατηγῶν καὶ πολεμιστῶν καὶ σάρκας ἵππων καὶ τῶν ἀναβατῶν καὶ σάρκας ὅλων τῶν ἀνθρώπων, ἐλεύθερων καὶ δούλων, μικρῶν καὶ μεγάλων».

    19 Ὕστερα εἶδα τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματά των συγκεντρωμένα διὰ νὰ κάνουν πόλεμον ἐναντίον τοῦ ἀναβάτου τοῦ ἵππου καὶ τοῦ στρατεύματός του.

    20 Καὶ ἐπιάσθηκε τὸ θηρίον καὶ μαζί του ὁ ψευδοπροφήτης ποὺ ἔκανε τὰ θαύματα ἐμπρός του, μὲ τὰ ὁποῖα ἐπλάνησε ἐκείνους ποὺ εἶχαν πάρει τὸ χαραγμένο σημάδι τοῦ θηρίου καὶ προσκυνοῦσαν τὴν εἰκόνα του. Ἐρρίχθηκαν καὶ οἱ δύο ζωντανοὶ εἰς τὴν λίμνην τῆς φωτιᾶς ποὺ ἔκαιε μὲ θειάφι.

    21 Οἱ λοιποὶ ἐφονεύθησαν μὲ τὴν ρομφαίαν τοῦ ἀναβάτου τοῦ ἵππου, ποὺ ἔβγαινε ἀπὸ τὸ στόμα του, καὶ ὅλα τὰ ὄρνεα ἐχόρτασαν ἀπὸ τὰς σάρκας των.

    Το αρχαίο κείμενο

    1 Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· Ἀλληλούϊα· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ Θεοῦ ἡμῶν,

    2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.

    3 καὶ δεύτερον εἴρηκαν· Ἀλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

    4 καὶ ἔπεσαν οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες· Ἀμήν, Ἀλληλούϊα.

    5 καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθε λέγουσα· Αἰνεῖτε τὸν Θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.

    6 Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων· Ἀλληλούϊα, ὅτι ἐβασίλευσε Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.

    7 χαίρωμεν καὶ ἀγαλλιώμεθα καὶ δῶμεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.

    8 καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν· τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστί.

    9 Καὶ λέγει μοι· Γράψον, μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι.

    10 Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦ Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.

    11 Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ' αὐτὸν, καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ·

    12 οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὀνόματα γεγραμμένα, καὶ ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,

    13 καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον ἐν αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ, ὁ Λόγος τοῦ Θεοῦ.

    14 καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.

    15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα δίστομος, ἵνα ἐν αὐτῇ πατάσσῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος.

    16 καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον· βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.

    17 Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν ἐν φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ,

    18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ' αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν τε καὶ μεγάλων.

    19 Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.

    20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ ὁ μετ' αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ.

    21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.

    Κεφάλαιο 20 (Ὁ Σατανᾶς δένεται διὰ χίλια χρόνια - Ὁ Σατανᾶς λύεται. Ἡ τελικὴ νίκη - Ἡ γενικὴ ἀνάστασις καὶ ἡ τελευταία κρίσις)


Δημοφιλη αρθρα

Λογοι