Follow @pistosgr

Βρίσκεστε εδώ:

Αποκάλυψη Ιωάννου

  • Κεφάλαιο 22 (Ἐπίλογος)

    1 Ὕστερα μοῦ ἔδειξε τὸν ποταμὸν τοῦ νεροῦ τῆς ζωῆς, ποὺ ἔλαμπε σὰν κρύσταλλο καὶ ὁ ὁποῖος ἐπήγαζε ἀπὸ τὸν θρόνον τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου.

    2 Εἰς τὸ μέσον τῆς πλατείας της, καὶ ἀπό τὸ ἕνα μέρος τοῦ ποταμοῦ καὶ ἀπὸ τὸ ἄλλο, ὑπῆρχε δένδρον ζωῆς, τὸ ὁποῖον κάνει καρποὺς δώδεκα φορές, μίαν κάθε μῆνα, καὶ τὰ φύλλα τοῦ δένδρου χρησιμεύουν πρὸς θεραπείαν τῶν ἐθνῶν.

    3 Δὲν θὰ ὑπάρχῃ πλέον ἐκεῖ κανένα ἀνάθεμα. Ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου θὰ εἶναι ἐκεῖ, καὶ οἱ δοῦλοί του θὰ τὸν λατρεύουν·

    4 θὰ ἰδοῦν τὸ πρόσωπόν του καὶ τὸ ὄνομά του θὰ εἶναι εἰς τὰ μέτωπά των.

    5 Νύχτα δὲν θὰ ὑπάρχῃ πλέον καὶ δὲν θὰ ὑπάρχῃ ἀνάγκη ἀπὸ λυχνάρι καὶ φῶς τοῦ ἡλίου, διότι ὁ Κύριος ὁ Θεὸς θὰ τοὺς φωτίζῃ καὶ θὰ βασιλεύσουν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

    Ἐπίλογος

    6 Ὕστερα μοῦ εἶπε, «Αὐτοὶ οἱ λόγοι εἶναι ἀξιόπιστοι καὶ ἀληθινοί. Ὁ Κύριος ὁ Θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἔστειλε τὸν ἄγγελόν του νὰ δείξῃ εἰς τοὺς δούλους του ἐκεῖνα ποὺ πρέπει νὰ γίνουν γρήγορα.

    7 Καὶ ἰδού, ἔρχομαι γρήγορα. Μακάριος ἐκεῖνος ποὺ τηρεῖ τὰ λόγια τῆς προφητείας τοῦ βιβλίου αὐτοῦ.

    8 Ἐγὼ ὁ Ἰωάννης εἶμαι ποὺ ἄκουσα καὶ εἶδα αὐτά. Καὶ ὅταν τὰ ἄκουσα καὶ τὰ εἶδα, ἔπεσα εἰς τὰ πόδια τοῦ ἀγγέλου, ποὺ μοῦ τὰ ἔδειχνε, διὰ νὰ τὸν προσκυνήσω.

    9 Ἀλλὰ αὐτὸς μοῦ εἶπε, «Πρόσεξε, μή! Εἶμαι δοῦλος σὰν ἐσένα καὶ σὰν τοὺς ἀδελφούς σου τοὺς προφήτας καὶ ἐκείνους ποὺ τηροῦν τὰ λόγια τοῦ βιβλίου αὐτοῦ. Τὸν Θεὸν νὰ προσκυνήσῃς».

    10 Καὶ προσέθεσε, «Μὴ σφραγίσῃς τὰ λόγια τῆς προφητείας τοῦ βιβλίου αὐτοῦ, διότι ὁ καιρὸς πλησιάζει.

    11 Ὅποιος κάνει τὸ κακόν, ἂς κάνῃ ἀκόμη τὸ κακόν, ὁ ρυπαρὸς ἂς εἶναι ἀκόμη ρυπαρός, ὁ καλὸς ἂς κάνῃ ἀκόμη τὸ καλόν, καὶ ὁ ἅγιος ἂς ἁγιασθῇ ἀκόμη.

    12 Ἰδού, ἔρχομαι γρήγορα, καὶ φέρω μαζί μου τὴν ἀνταμοιβήν μου, διὰ νὰ ἀποδώσω εἰς τὸν καθένα σύμφωνα πρὸς τὸ ἔργον του.

    13 Ἐγὼ εἶμαι τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ τελευταῖος, ἡ ἀρχὴ καὶ τὸ τέλος».

    14 Μακάριοι ἐκεῖνοι ποὺ ἐκτελοῦν τὰς ἐντολάς του, διὰ νὰ ἔχουν δικαίωμα εἰς τὸ δένδρον τῆς ζωῆς καὶ διὰ νὰ μποῦν εἰς τὴν πόλιν ἀπὸ τὰς πύλας.

    15 Ἔξω τὰ σκυλιά, οἱ μάγοι καὶ οἱ πόρνοι, οἱ φονηάδες καὶ οἱ εἰδωλολάτραι καὶ καθένας ποὺ ἀγαπᾶ καὶ κάνει τὸ ψεῦδος.

    16 «Ἐγὼ ὁ Ἰησοῦς ἔστειλα τὸν ἄγγελόν μου σ’ ἐσᾶς μὲ τὴν μαρτυρίαν αὐτὴν διὰ τὰς ἐκκλησίας. Ἐγὼ εἶμαι ἡ ρίζα καὶ τὸ γένος τοῦ Δαυΐδ, τὸ λαμπρὸ πρωϊνὸ ἀστέρι».

    17 Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουν, «Ἔρχου». Καὶ ἐκεῖνος ποὺ ἀκούει, ἂς πῇ, «Ἔλα». Καὶ ἐκεῖνος ποὺ διψᾶ ἂς ἔλθῃ, καὶ ἐκεῖνος ποὺ ἐπιθυμεῖ, ἂς πάρῃ νερὸ ζωῆς δωρεάν.

    18 Ἐγὼ διαβεβαιῶ καθένα ποὺ ἀκούει τὰ λόγια τῆς προφητείας τοῦ βιβλίου αὐτοῦ, ὅτι ἐὰν προσθέσῃ κανεὶς εἰς αὐτά, θὰ προσθέσῃ εἰς αὐτὸν ὁ Θεὸς τὰς πληγὰς ποὺ εἶναι γραμμέναι εἰς τοῦτο τὸ βιβλίον·

    19 ἐὰν ἀφαιρέσῃ κανεὶς ἀπὸ τὰ λόγια τοῦ βιβλίου τῆς προφητείας αὐτῆς, θὰ ἀφαιρέσῃ ὁ Θεὸς τὸ μερίδιόν του ἀπὸ τὸ δένδρον τῆς ζωῆς καὶ τὴν πόλιν τὴν ἁγίαν, ποὺ εἶναι γραμμένα εἰς τοῦτο τὸ βιβλίον.

    20 Ἐκεῖνος ποὺ μαρτυρεῖ αὐτὰ λέγει, «Ναί, ἔρχομαι γρήγορα». Ἀμήν, ναὶ ἔρχου, Κύριε Ἰησοῦ.

    21 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ νὰ εἶναι μαζὶ μὲ ὅλους τοὺς ἁγίους. Ἀμήν.

    Το αρχαίο κείμενο

    1 Καὶ ἔδειξέ μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου.

    2 ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.

    3 καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι· καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ

    4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.

    5 καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐ χρεία λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτιεῖ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

    6 Καὶ λέγει μοι· Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ Κύριος ὁ Θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.

    7 καὶ ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.

    8 Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.

    9 καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.

    10 Καὶ λέγει μοι· Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.

    11 ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.

    12 Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ' ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.

    13 ἐγὼ τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἀρχὴ καὶ τέλος.

    14 Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.

    15 ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ὁ φιλῶν καὶ ποιῶν ψεῦδος.

    16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυῒδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.

    17 Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· Ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω· Ἔρχου. καὶ ὁ διψῶν ἐρχέσθω, καὶ ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.

    18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπὶ ταῦτα, ἐπιθήσει ὁ Θεὸς ἐπ' αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·

    19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.

    20 Λέγει ὁ μαρτυρῶν ταῦτα· Ναὶ ἔρχομαι ταχύ. Ἀμήν, ναὶ ἔρχου, Κύριε Ἰησοῦ.

    21 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων· ἀμήν.


Δημοφιλη αρθρα

Λογοι