Βρίσκεστε εδώ:

Αποκάλυψη Ιωάννου

  • Κεφάλαιο 7 (Ἡ σφράγισις τῶν 144 χιλιάδων - Ἡ ὅρασις τῶν λυτρωμένων εἰς τὸν οὐρανόν)

    Ἡ σφράγισις τῶν 144 χιλιάδων

    1 Μετὰ ἀπ’ αὐτό, εἶδα τέσσερις ἀγγέλους νὰ στέκωνται εἰς τὶς τέσσερις γωνίες τῆς γῆς, νὰ συγκρατοῦν τοὺς τέσσερις ἀνέμους τῆς γῆς, διὰ νὰ μὴ πνέῃ ἄνεμος εἰς τὴν γῆν, οὔτε εἰς τὴν θάλασσαν οὔτε εἰς κανένα δένδρον.

    2 Ὕστερα εἶδα ἄλλον ἄγγελον νὰ ἀνεβαίνῃ ἀπὸ τὴν ἀνατολὴν τοῦ ἡλίου, μὲ τὴν σφραγῖδα τοῦ Θεοῦ τοῦ ζωντανοῦ, καὶ ἐφώναξε μὲ δυνατὴν φωνὴν εἰς τοὺς τέσσερις ἀγγέλους, εἰς τοὺς ὁποίους εἶχε δοθῆ ἡ δύναμις νὰ βλάψουν τὴν γῆν καὶ τὴν θάλασσαν,

    3 καὶ τοὺς εἶπε, «Μὴ βλάψετε τὴν γῆν, οὔτε τὴν θάλασσαν οὔτε τὰ δένδρα, ἕως ὅτου σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ μας εἰς τὰ μέτωπά των».

    4 Τότε ἄκουσα τὸν ἀριθμὸν ἐκείνων ποὺ ἐσφραγίσθησαν, ἑκατὸν σαράντα τέσσερις χιλιάδες, σφραγισμένοι ἀπὸ κάθε φυλὴν τοῦ Ἰσραήλ.

    5 Ἀπὸ τὴν φυλὴ τοῦ Ἰούδα δώδεκα χιλιάδες σφραγισμένοι, ἀπὸ τὴν φυλὴν τοῦ Ρουβὴν δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Γὰδ δώδεκα χιλιάδες,

    6 ἀπὸ τὴν φυλὴν τοῦ Ἀσὴρ δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Μανασσῆ δώδεκα χιλιάδες,

    7 ἀπὸ τὴν φυλὴν τοῦ Συμεὼν δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Λευΐ δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Ἰσσάχαρ δώδεκα χιλιάδες,

    8 ἀπὸ τὴν φυλὴν τοῦ Ζαβουλὼν δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Ἰωσὴφ δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Βενιαμὶν δώδεκα χιλιάδες σφραγισμένοι.

    Ἡ ὅρασις τῶν λυτρωμένων εἰς τὸν οὐρανόν

    9 Ὕστερα ἀπὸ αὐτά, ἐκύτταξα καὶ ἰδού, λαὸς πολὺς τὸν ὁποῖον κανεὶς δὲν μποροῦσε νὰ μετρήση, ἀπὸ κάθε ἔθνος, ἀπὸ ὅλας τὰς φυλὰς καὶ λαοὺς καὶ γλώσσας, ἐστέκοντο ἐμπρὸς εἰς τὸν θρόνον καὶ ἐμπρὸς εἰς τὸ Ἀρνίον. Ἐφοροῦσαν ἐνδύματα λευκὰ καὶ εἶχαν φοίνικας εἰς τὰ χέρια τους,

    10 καὶ ἐφώναζαν μὲ δυνατὴν φωνὴν καὶ ἔλεγαν, «Ἡ σωτηρία ἀνήκει εἰς τὸν Θεόν μας ποὺ κάθεται εἰς τὸν θρόνον, καὶ εἰς τὸ Ἀρνίον».

    11 Καὶ ὅλοι οἱ ἄγγελοι ἐστέκοντο γύρω ἀπὸ τὸν θρόνον, γύρω ἀπὸ τοὺς πρεσβυτέρους καὶ τὰ τέσσερα ζωντανὰ ὄντα, καὶ ἔπεσαν μὲ τὰ πρόσωπά των ἐμπρὸς εἰς τὸν θρόνον καὶ προσκύνησαν τὸν Θεὸν,

    12 καὶ ἔλεγαν, «Ἀμήν. Ὁ ὕμνος καὶ ἡ δόξα καὶ ἡ σοφία, ἡ εὐχαριστία καὶ ἡ τιμή, ἡ δύναμις καὶ ἡ ἰσχὺς ἀνήκει εἰς τὸν Θεόν μας εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».

    13 Τότε ἕνας ἀπὸ τοὺς πρεσβυτέρους μοῦ εἶπε, «Αὐτοὶ ποὺ φοροῦν τὰ λευκὰ ἐνδύματα, ποιοί εἶναι καὶ ἀπὸ ποῦ ἦλθαν;».

    14 Ἐγὼ τοῦ εἶπα, «Κύριέ μου, σὺ ξέρεις». Τότε αὐτὸς μοῦ εἶπε, «Αὐτοὶ εἶναι ἐκεῖνοι ποὺ ἔρχονται ἀπὸ τὴν θλῖψιν τὴν μεγάλην· ἔπλυναν τὰ ἐνδύματά των καὶ τὰ ἔκαναν λευκὰ μὲ τὸ αἶμα τοῦ Ἀρνίου.

    15 Διὰ τοῦτο εἶναι ἐμπρὸς εἰς τὸν θρόνον τοῦ Θεοῦ καὶ τὸν λατρεύουν ἡμέραν καὶ νύχτα εἰς τὸν ναόν του· καὶ ὁ καθήμενος εἰς τὸν θρόνον θὰ κατοικήσῃ μαζί τους.

    16 Δὲν θὰ πεινάσουν πλέον, οὔτε θὰ διψάσουν πλέον, οὔτε θὰ τοὺς κτυπήσῃ ὁ ἥλιος ἢ κανένα καῦμα.

    17 Διότι τὸ Ἀρνίον ποὺ εἶναι εἰς τὸ μέσον τοῦ θρόνου θὰ εἶναι ὁ βοσκός τους καὶ θὰ τοὺς ὁδηγήσῃ σὲ πηγὲς ποὺ δίνουν νερὸ ζωντανό, καὶ ὁ Θεὸς θὰ ἐξαλείψῃ κάθε δάκρυ ἀπὸ τὰ μάτια τους».

    Το αρχαίο κείμενο

    1 Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.

    2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,

    3 λέγων· Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.

    4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων· ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·

    5 ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ρουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,

    6 ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,

    7 ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευῒ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσσάχαρ δώδεκα χιλιάδες,

    8 ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.

    9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·

    10 καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ.

    11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ

    12 λέγοντες· Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

    13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶ καὶ πόθεν ἦλθον;

    14 καὶ εἴρηκα αὐτῷ· Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέ μοι· Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.

    5 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ. καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ' αὐτούς.

    16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδ' οὐ μὴ πέσῃ ἐπ' αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,

    17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.

    Κεφάλαιο 8 (Τὸ σάλπισμα τῶν ἑπτὰ σαλπίγγων)


Δημοφιλη αρθρα

Λογοι