Follow @pistosgr

Βρίσκεστε εδώ:

Επιστολές Παύλου

  • Α προς Θεσσαλονικείς επιστολή 1 (Χαιρετισμὸς καὶ εὐχαριστία)

    Χαιρετισμὸς καὶ εὐχαριστία

    1 Ὁ Παῦλος, ὁ Σιλουανὸς καὶ ὁ Τιμόθεος πρὸς τὴν ἐκκλησίαν τῶν Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις νὰ εἶναι σ’ ἐσᾶς καὶ εἰρήνη ἀπὸ τὸν Θεὸν τὸν Πατέρα μας καὶ ἀπὸ τὸν Κύριον Ἰησοῦν Χριστόν.

    2 Εὐχαριστοῦμε τὸν Θεὸν πάντοτε δι’ ὅλους σας, ὅταν σᾶς ἀναφέρωμεν εἰς τὰς προσευχάς μας,

    3 ἐνθυμούμενοι συνεχῶς ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατέρα μας ὅτι ἡ πίστις σας ἐκδηλώθηκε εἰς δρᾶσιν, ἡ ἀγάπη σας εἰς κόπους καὶ ἡ ἐλπίδα σας διὰ τὸν Κύριόν μας Ἰησοῦν Χριστὸν εἰς ὑπομονήν.

    4 Γνωρίζομεν, ἀδελφοί, ἀγαπημένοι ἀπὸ τὸν Θεόν, ὅτι ἔχετε ἐκλεγῆ,

    5 διότι τὸ εὐαγγέλιον τὸ ὁποῖον ἐκηρύξαμεν ἦλθε σ’ ἐσᾶς, ὄχι μόνον μὲ λόγια ἀλλὰ καὶ μὲ δύναμιν καὶ μὲ Ἅγιον Πνεῦμα καὶ μὲ πλήρη βεβαιότητα, γνωρίζετε δὲ πῶς ἐφερθήκαμε μεταξύ σας πρὸς χάριν σας.

    6 Καὶ σεῖς ἐγίνατε μιμηταί μας καὶ τοῦ Κυρίου, διότι ἐδεχθήκατε τὸ κήρυγμα, μέσα σὲ πολλὴν θλῖψιν, μὲ χαρὰν ποὺ δίνει τὸ Ἅγιον Πνεῦμα,

    7 ὥστε νὰ γίνετε ὑπόδειγμα εἰς ὅλους ποὺ ἔγιναν πιστοὶ εἰς τὴν Μακεδονίαν καὶ τὴν Ἀχαΐαν.

    8 Διότι ἀπὸ σᾶς ἀντήχησε ὁ λόγος τοῦ Κυρίου, ὄχι μόνον εἰς τὴν Μακεδονίαν καὶ τὴν Ἀχαΐαν, ἀλλὰ καὶ εἰς κάθε τόπον ἔγινε γνωστὴ ἡ πίστις σας πρὸς τὸν Θεόν, ὥστε νὰ μὴ ὑπάρχῃ ἀνάγκη νὰ ποῦμε ἐμεῖς τίποτε.

    9 Διότι αὐτοὶ οἱ ἴδιοι ἀναφέρουν γιὰ μᾶς, τί εἴδους ἐπίσκεψιν σᾶς ἐκάναμε καὶ πῶς ἐπιστρέψατε ἀπὸ τὰ εἴδωλα πρὸς τὸν Θεόν, ὥστε νὰ δουλεύετε Θεὸν ζωντανὸν καὶ ἀληθινόν,

    10 καὶ νὰ ἀναμένετε ἀπὸ τοὺς οὐρανοὺς τὸν Υἱόν του, τὸν ὁποῖον ἀνέστησε ἀπὸ τοὺς νεκρούς, τὸν Ἰησοῦν, ὁ ὁποῖος μᾶς σώζει ἀπὸ τὴν ἐρχομένην ὀργήν.

    Το αρχαίο κείμενο

    1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ καὶ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

    2 Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν,

    3 ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν,

    4 εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν,

    5 ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν Πνεύματι ἁγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι' ὑμᾶς·

    6 καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος ἁγίου,

    7 ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ.

    8 ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου· οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι·

    9 αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ,

    10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.

    Α προς Θεσσαλονικείς επιστολή 2 (Ὁ Παῦλος ὑπεραμύνεται τοῦ ἱεραποστολικοῦ του ἔργου - Διωγμός - Ἐνδιαφέρον τοῦ Παύλου διὰ τοὺς ἀναγνώστας του)


Δημοφιλη αρθρα

Λογοι