Follow @pistosgr

Βρίσκεστε εδώ:

Επιστολές Παύλου

  • Προς Εφεσίους επιστολή 2 (Ἡ σωτηρία διὰ τῆς χάριτος τοῦ Θεοῦ - Οἱ ἐθνικοὶ καὶ οἱ Ἰουδαῖοι ἑνωμένοι εἰς τὴν ἐκκλησίαν)

    Ἡ σωτηρία διὰ τῆς χάριτος τοῦ Θεοῦ

    1 Καὶ σᾶς ποὺ ἤσαστε νεκροὶ ἕνεκα τῶν παραπτωμάτων καὶ τῶν ἁμαρτιῶν,

    2 μέσα εἰς τὰς ὁποίας ἐζήσατε κάποτε σύμφωνα μὲ τὴν πορείαν τοῦ κόσμου τούτου, ἀκολουθοῦντες τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τὸ πνεῦμα ποὺ τώρα ἐνεργεῖ μεταξὺ τῶν ἀπειθῶν ἀνθρώπων

    3 – μεταξὺ τῶν ὁποίων καὶ ὅλοι ἐμεῖς κάποτε ἐζήσαμεν μέσα εἰς τὰς ἐπιθυμίας τῆς σαρκός μας, κάνοντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν μας καὶ ἤμαστε ἐκ φύσεως παιδιὰ ὀργῆς, ὅπως καὶ οἱ λοιποί –

    4 ἀλλ’ ὁ Θεός, ἐπειδὴ εἶναι πλούσιος εἰς εὐσπλαγχνίαν ἕνεκα τῆς πολλῆς ἀγάπης μὲ τὴν ὁποίαν μᾶς ἀγάπησε,

    5 ἂν καὶ ἤμαστε νεκροὶ ἕνεκα τῶν παραπτωμάτων, μᾶς ἐζωοποίησε μαζὶ μὲ τὸν Χριστόν, – διὰ χάριτος εἶσθε σωσμένοι –,

    6 καὶ μᾶς ἀνέστησε μαζὶ καὶ μᾶς ἐκάθησε μαζὶ εἰς τὰ ἐπουράνια ἐν Χριστῷ Ἰησοῦ,

    7 διὰ νὰ δείξῃ εἰς τοὺς μέλλοντας αἰῶνας τὸν ὑπερβολικὸν πλοῦτον τῆς χάριστός του εἰς καλωσύνην ποὺ ἔδειξε σ’ ἐμᾶς διὰ τοῦ Χριστοῦ Ἰησοῦ.

    8 Διότι διὰ τῆς χάριτος εἶσθε σωσμένοι διὰ τῆς πίστεως καὶ αὐτὸ δὲν προέρχεται ἀπὸ σᾶς, ἀλλὰ εἶναι τοῦ Θεοῦ δῶρον,

    9 ὄχι ἀπὸ ἔργα, διὰ νὰ μὴ μπορῇ κανεὶς νὰ καυχηθῇ.

    10 Διότι εἴμεθα δικό του ἔργον, δημιουργηθέντες ἐν Χριστῷ Ἰησοῦ δι’ ἔργα ἀγαθά, τὰ ὁποία ὁ Θεὸς προετοίμασε, διὰ νὰ ἀποτελέσουν τὸν τρόπον τῆς ζωῆς μας.

    Οἱ ἐθνικοὶ καὶ οἱ Ἰουδαῖοι ἑνωμένοι εἰς τὴν ἐκκλησίαν

    11 Διὰ τοῦτο νὰ θυμᾶσθε ὄτι κάποτε σεῖς οἱ ἐθνικοὶ κατὰ τὴν σάρκα, οἱ λεγόμενοι ἀπερίτμητοι ἀπὸ τὴν λεγομένην περιτομήν, ποὺ γίνεται εἰς τὴν σάρκα μὲ χέρι ἀνθρώπινο,

    12 ὅτι ἤσαστε κατὰ τὸν καιρὸν ἐκεῖνον χωρὶς Χριστὀν, ἀποξενωμένοι ἀπὸ τὴν ἰθαγένειαν τοῦ Ἰσραὴλ καὶ ξένοι ἀπὸ τὰς διαθήκας τῆς ὑποσχέσεως, χωρὶς νὰ ἔχετε ἐλπίδα καὶ ἄθεοι εἰς τὸν κόσμον.

    13 Ἀλλὰ τώρα διὰ τοῦ Ἰησοῦ Χριστοῦ σεῖς, ποὺ κάποτε ἤσαστε μακρυά, ἤλθατε πλησίον διὰ τοῦ αἵματος τοῦ Χριστοῦ.

    14 Διότι αὐτὸς εἶναι ἡ εἰρήνη μας, ὁ ὁποῖος συνήνωσε τὰ δύο μέρη καὶ κατέρριψε τὸ μεσότοιχον τοῦ φραγμοῦ, δηλαδὴ τὴν ἔχθραν,

    15 καταργήσας διὰ τῆς σαρκός του τὸν νόμον τῶν ἐντολῶν ποὺ συνίστατο εἰς διαταγάς, διὰ νὰ δημιουργήσῃ εἰς τὸν ἑαυτόν του, ἀπὸ τὰ δύο μέρη, ἕνα νέον ἄνθρωπον καὶ νὰ φέρῃ εἰρήνην

    16 καὶ νὰ συμφιλιώσῃ μὲ τὸν Θεὸν καὶ τὰ δύο μέρη εἰς ἕνα σῶμα διὰ τοῦ σταυροῦ, διὰ τοῦ ὁποίου ἐθανάτωσε τὴν ἔχθραν.

    17 Καὶ ὅταν ἦλθε, ἐκήρυξε τὸ χαρμόσυνον ἄγγελμα εἰρήνης σ’ ἐσᾶς ποὺ ἤσαστε μακρυά, καὶ εἰς τοὺς πλησίον,

    18 διότι δι’ αὐτοῦ ἔχομεν καὶ οἱ δύο εἴσοδον πρὸς τὸν Πατέρα μὲ ἕνα Πνεῦμα.

    19 Ὥστε λοιπόν, δὲν εἶσθε πλέον ξένοι καὶ παρεπίδημοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ,

    20 διότι ἔχετε οἰκοδομηθῆ ἐπάνω εἰς τὸ θεμέλιον τῶν ἀποστόλων καὶ τῶν προφητῶν, τοῦ ὁποίου ὁ Ἰησοῦς Χριστὸς εἶναι ὁ ἀκρογωνιαῖος λίθος,

    21 ἐπάνω εἰς τὸν ὁποῖον ἡ ὅλη οἰκοδομὴ συναρμολογεῖται καὶ αὐξάνει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ.

    22 Ἐν αὐτῷ καὶ σεῖς συνοικοδομεῖσθε, ὥστε νὰ γίνετε τόπος κατοικίας τοῦ Θεοῦ διὰ τοῦ Πνεύματος.

    Το αρχαίο κείμενο

    1 Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις,

    2 ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας·

    3 ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί·

    4 ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,

    5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσῳσμένοι·

    6 καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ,

    7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.

    8 τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον,

    9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.

    10 αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

    11 Διὸ μνημονεύετε ὅτι ὑμεῖς ποτε τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,

    12 ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.

    13 νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.

    14 αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας,

    15 τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην,

    16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·

    17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς,

    18 ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν πατέρα.

    19 ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ,

    20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ,

    21 ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ·

    22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.

    Προς Εφεσίους επιστολή 3 (Ἡ ἀποστολὴ τοῦ Παύλου πρὸς ἀποκάλυψιν τοῦ μυστηρίου τοῦ Θεοῦ - Προσευχὴ πρὸς κατανόησιν τοῦ εὐαγγελίου)


Δημοφιλη αρθρα

Λογοι