Follow @pistosgr

Βρίσκεστε εδώ:

Επιστολές Παύλου

  • Προς Ρωμαίους 11 (Ἡ ἀπόρριψις τῶν Ἰσραηλιτῶν δὲν εἶναι πλήρης -Σωτηρία διὰ τοὺς ἐθνικούς. Παράδειγμα ἀπὸ τὸ μπόλιασμα τῶν δένδρων)

    Ἡ ἀπόρριψις τῶν Ἰσραηλιτῶν δὲν εἶναι πλήρης

    1 Ἐρωτῶ λοιπόν: Μήπως ἀπέρριψε ὁ Θεὸς τὸν λαόν του; Μὴ γένοιτο, διότι καὶ ἐγὼ εἶμαι Ἰσραηλίτης, ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀβραάμ, ἀπὸ τὴν φυλὴν τοῦ Βενιαμίν.

    2 Δὲν ἀπέρριψε ὁ Θεὸς τὸν λαόν του, τὸν ὁποῖον προεγνώρισε. Δὲν ξέρετε τί λέγει ἡ γραφὴ διὰ τὸν Ἠλίαν, πῶς ἀποτείνεται εἰς τὸν Θεὸν κατὰ τοῦ Ἰσραηλιτικοῦ λαοῦ:

    3 Κύριε, τοὺς προφήτας σου ἐφόνευσαν καὶ τὰ θυσιστήριά σου κατέσκαψαν καὶ ἔμεινα μόνος ἐγὼ καὶ ζητοῦν τὴν ζωήν μου;

    4 Ἀλλὰ τί τοῦ λέγει ἡ θεία ἀπάντησις; Ἄφησα διὰ τὸν ἑαυτόν μου ἑπτὰ χιλιάδες ἄνδρες, οἱ ὁποῖοι δὲν ἐγονάτισαν εἰς τὸν Βάαλ.

    5 Κατὰ τὸν ἴδιο τρόπο καὶ τὴν σημερινὴν ἐποχὴν ὑπάρχει ὑπόλοιπον ποὺ ἐδιάλεξε ἡ χάρις τοῦ Θεοῦ.

    6 Ἀλλ’ ἐὰν αὐτὸ ἔγινε κατὰ χάριν, τότε δὲν βασίζεται σὲ ἔργα, διότι ἀλλοιῶς ἡ χάρις θὰ ἔπαυε νὰ εἶναι χάρις.

    7 Ποιό λοιπὸν εἶναι τὸ συμπέρασμα; Ἐκεῖνο ποὺ ἐζητοῦσε ὁ Ἰσραηλιτικὸς λαὸς δὲν τὸ ἐπέτυχε, ἐνῷ οἱ ἐκλεγέντες τὸ ἐπέτυχαν· οἱ λοιποὶ ἐπωρώθησαν,

    8 καθὼς εἶναι γραμμένον: Ὁ Θεὸς τοὺς ἔδωσε πνεῦμα ναρκώσεως, μάτια νὰ μὴ βλέπουν καὶ αὐτιὰ νὰ μὴ ἀκούουν μέχρι τῆς σημερινῆς ἡμέρας.

    9 Καὶ ὁ Δαυΐδ λέγει: Ἡ τράπεζά των ἂς γίνῃ παγίδα, ἐνέδρα, αἰτία πτώσεως πρὸς ἀνταπόδοσίν των.

    10 Τὰ μάτια τους ἂς σκοτεινιάσουν, ὥστε νὰ μὴ βλέπουν· κύρτωσε τὴν ράχι τους γιὰ πάντα.

    11 Τώρα ἐρωτῶ: Μήπως ἐσκόνταψαν διὰ νὰ εἶναι ἡ πτῶσις των τελειωτική; Μὴ γένοιτο! Διὰ τοῦ ἁμαρτήματός των ἦλθε ἡ σωτηρία εἰς τὰ ἔθνη, διὰ νὰ κινήσῃ τὴν ζηλοτυπίαν τῶν Ἰσραηλιτῶν.

    12 Ἀλλ’ ἐὰν τὸ ἁμάρτημά των ἔφερε πλουτισμὸν τοῦ κόσμου καὶ ἡ ἀποτυχία των πλουτισμὸν τῶν ἐθνῶν, πόσον περισσότερον ἡ πλήρης προσέλευσίς των;

    Σωτηρία διὰ τοὺς ἐθνικούς. Παράδειγμα ἀπὸ τὸ μπόλιασμα τῶν δένδρων

    13 Σ’ ἐσᾶς τοὺς ἐθνικοὺς λέγω: Ἐφ’ ὅσον εἶμαι ἀπόστολος τῶν ἐθνῶν, τιμῶ τὴν ὑπηρεσίαν μου,

    14 διὰ νὰ κεντήσω τὸν ζῆλον τῶν ὁμοεθνῶν μου καὶ σώσω μερικοὺς ἀπὸ αὐτούς.

    15 Διότι ἐὰν ἡ ἀπόρριψίς των ἐπέφερε συμφιλίωσιν διὰ τὸν κόσμον, τότε τί θὰ εἶναι ἡ ἀποδοχή των παρὰ ζωὴ ἐκ νεκρῶν;

    16 Ἐὰν εἶναι ἅγιον τὸ προζύμι, τότε θὰ εἶναι καὶ τὸ ζυμάρι, καὶ ἐὰν εἶναι ἁγία ἡ ρίζα, τότε θὰ εἶναι καὶ τὰ κλαδιά.

    17 Ἀλλ’ ἐὰν μερικὰ ἀπὸ τὰ κλαδιὰ ξεκόπηκαν καὶ ἐσύ, ἕνα βλαστάρι ἀγριεληᾶς, ἐμπολιάσθηκες στὴ θέσι τους καὶ ἔγινες μέτοχος τῆς ρίζας καὶ τοῦ πάχους τῆς ἐληᾶς, μὴ καυχᾶσαι ἀπέναντι τῶν κλάδων.

    18 Ἐὰν καυχᾶσαι, νὰ θυμάσαι ὅτι δὲν βαστάζεις ἐσὺ τὴν ρίζαν, ἀλλ’ ἡ ρίζα βαστάζει ἐσένα.

    19 Θὰ πῇς: «Ἐκόπηκαν τὰ κλαδιά, διὰ νὰ μπολιασθῶ ἐγώ».

    20 Πολὺ καλά· ἐκόπηκαν ἕνεκα τῆς ἀπιστίας των, καὶ σὺ στέκεσαι διὰ τῆς πίστεως.

    21 Μὴ ὑπερηφανεύεσαι ἀλλὰ φοβοῦ· διότι ἐὰν ὁ Θεὸς δὲν ἐλογάριασε τοὺς φυσικοὺς κλάδους, δὲν θὰ λογαριάσῃ οὔτε ἐσένα.

    22 Βλέπε λοιπὸν τὴν ἀγαθότητα καὶ τὴν αὐστηρότητα τοῦ Θεοῦ, αὐστηρότητα εἰς ἐκείνους ποὺ ἔπεσαν, ἀγαθότητα σ’ ἐσένα, ἐὰν παραμένης εἰς τὴν σφαῖραν τῆς ἀγαθότητος τοῦ Θεοῦ, διότι ἀλλοιῶς καὶ σὺ θ’ ἀποκοπῇς.

    23 Καὶ ἐκεῖνοι, ἐὰν δὲν ἐπιμείνουν εἰς τὴν ἀπιστίαν, θὰ μπολιασθοῦν, διότι ὁ Θεὸς ἔχει τὴν δύναμιν νὰ τοὺς μπολιάσῃ πάλιν.

    24 Διότι ἐὰν ἐσὺ ἐκόπηκες ἀπὸ τὴν κατὰ φύσιν ἀγριεληὰ καὶ ἐμπολιάσθηκες παρὰ φύσιν σὲ ἥμερη ἐλιά, πόσον μᾶλλον αὐτοὶ οἱ κατὰ φύσιν θὰ ἐμπολιασθοῦν στὴν δική τους ἐληά;

    Ἀπώτερος σκοπὸς τοῦ Θεοῦ: Ἔλεος δι’ ὅλους

    25 Δὲν θέλω νὰ ἀγνοῆτε, ἀδελφοί, τὸ μυστικὸ αὐτό, διὰ νὰ μὴ θεωρῆτε τοὺς ἑαυτούς σας σοφούς, ὅτι δηλαδὴ ἔπεσεν ἐν μέρει ἀναισθησία ἐπὶ τῶν Ἰσραηλιτῶν, ἕως ὅτου εἰσέλθῃ ὁ πλήρης ἀριθμὸς τῶν ἐθνικῶν

    26 καὶ ἔτσι σωθῇ ὅλος ὁ Ἰσραηλιτικὸς λαός, καθὼς εἶναι γραμμένον: Ἀπὸ τὴν Σιὼν θὰ ἔλθῃ ὁ Λυτρωτὴς καὶ θὰ διώξῃ τὰς ἀσεβείας ἀπὸ τὸν Ἰακώβ.

    27 Αὐτὴ θὰ εἶναι ἡ διαθήκη μου εἰς αὐτούς, ὅταν ἀφαιρέσω τὰς ἁμαρτίας των.

    28 Ἐν σχέσει πρὸς τὸ εὐαγγέλιον εἶναι ἐχθροὶ τοῦ Θεοῦ πρὸς χάριν σας, ἀλλ’ ἐν σχέσει πρὸς τὴν ἐκλογήν των ἀπὸ τὸν Θεὸν εἶναι ἀγαπητοὶ εἰς αὐτόν, χάριν τῶν προπατόρων των,

    29 διότι τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ εἶναι πράγματα ποὺ δὲν ἀνακαλοῦνται.

    30 Καθὼς καὶ σεῖς κάποτε ἤσαστε ἀπαθεῖς εἰς τὸν Θεόν, ἀλλὰ τώρα ἐλεηθήκατε ἐξ αἰτίας τῆς παρακοῆς των, ἔτσι καὶ τώρα, ὅταν σεῖς ἐλεῆσθε,

    31 αὐτοὶ ἔχουν ἀπειθήσει διὰ νὰ ἐλεηθοῦν καὶ αὐτοί.

    32 Διότι ὁ Θεὸς ἔκλεισε ὅλους εἰς ἀπειθείαν, διὰ νὰ τοὺς ἐλεήσῃ ὅλους.

    33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως τοῦ Θεοῦ! Πόσον ἀνεξερεύνητοι εἶναι αἱ κρίσεις του, πόσον ἀνεξιχνίαστοι αἱ ὁδοί του!

    34 Διότι, Ποιός ἐγνώρισε τὴν σκέψιν τοῦ Κυρίου; Ἢ ποιός ἔγινε σύμβουλός του;

    35 Ἢ ποιός τοῦ ἔδωσε πρῶτος κάτι, ὥστε νὰ λάβῃ ἀνταπόδοσιν;

    36 Διότι ἀπὸ αὐτὸν καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν εἶναι τὰ πάντα. Εἰς αὐτὸν ἂς εἶναι ἡ δόξα αἰωνίως· ἀμήν.

    Το αρχαίο κείμενο

    1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν.

    2 οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ λέγων,

    3 Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου.

    4 ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.

    5 οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν.

    6 εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.

    7 Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν,

    8 καθὼς γέγραπται· ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.

    9 καὶ Δαυῒδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς·

    10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.

    11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.

    12 εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;

    13 Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν· ἐφ' ὅσον μὲν οὖν εἰμι ἐγὼ ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,

    14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.

    15 εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;

    16 εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.

    17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου,

    18 μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλὰ ἡ ῥίζα σέ.

    19 ἐρεῖς οὖν· ἐξεκλάσθησαν οἱ κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ.

    20 καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ·

    21 εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μή πως οὐδὲ σοῦ φείσεται.

    22 ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ, ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν, ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐπιμένῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ
    ἐκκοπήσῃ.

    23 καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ ἐπιμένωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γὰρ ὁ Θεός ἐστι πάλιν ἐγκεντρίσαι αὐτούς.

    24 εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;

    25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ' ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,

    26 καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ·

    27 καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.

    28 κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας· 29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.

    30 ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,

    31 οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι·

    32 συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.

    33 Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!

    34 τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;

    35 ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;

    36 ὅτι ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

    Προς Ρωμαίους 12 (Ἡ νέα ζωή - Ἡ ὀρθὴ χρῆσις τῶν πνευματικῶν δώρων - Κανόνες χριστιανικῆς ζωῆς


Δημοφιλη αρθρα

Λογοι