Βρίσκεστε εδώ:

Κατά Λουκάν

  • Κεφάλαιο 23 (Ὁ Ἰησοῦς Χριστὸς ἐνώπιον τοῦ Ρωμαίου ἡγεμόνος Πιλάτου - Ὁ Ἰησοῦς Χριστὸς ἐνώπιον τοῦ Ἡρώδη - Πιλᾶτος, Βαραββᾶς καὶ Ἰησοῦς - Θάνατος τοῦ Χριστοῦ)

    Ὁ Ἰησοῦς Χριστὸς ἐνώπιον τοῦ Ρωμαίου ἡγεμόνος Πιλάτου

    1 Τότε ἐσηκώθηκαν ὅλα τὰ μέλη τοῦ συνεδρίου καὶ τὸν ἔφεραν εἰς τὸν Πιλᾶτον.

    2 Καὶ ἄρχισαν νὰ τὸν κατηγοροῦν λέγοντες, «Εὑρήκαμε αὐτὸν τὸν ἄνθρωπον νὰ διαστρέφῃ τὸ ἔθνος μας, νὰ ἐμποδίζῃ νὰ δίνωμεν φόρους εἰς τὸν Καίσαρα καὶ νὰ λέγῃ διὰ τὸν ἐαυτόν του ὅτι εἶναι ὁ Χριστός, ὁ βασιλεύς».

    3 Τότε ὁ Πιλᾶτος τὸν ἐρώτησε, «Σὺ εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων;»

    4 Ἐκεῖνος δὲ τοῦ ἀπεκρίθη, «Σὺ τὸ λέγεις». Ὁ Πιλᾶτος εἶπε τότε εἰς τοὺς ἀρχιερεῖς καὶ εἰς τὰ πλήθη, «Δὲν βρίσκω καμμίαν αἰτίαν κατηγορίας εἰς τὸν ἄνθρωπον αὐτόν».

    5 Ἀλλ’ ἐκεῖνοι ἐπέμεναν καὶ ἔλεγαν ὅτι ἀναταράσσει τὸν λαὸν καὶ διδάσκει εἰς ὅλην τὴν Ἰουδαίαν· ἀφοῦ ἄρχισε ἀπὸ τὴν Γαλιλαίαν ἦλθε ἕως ἐδῶ».

    Ὁ Ἰησοῦς Χριστὸς ἐνώπιον τοῦ Ἡρώδη

    6 Ὅταν ὁ Πιλᾶτος ἄκουσε «Γαλιλαίαν», ἐρώτησε ἐὰν ὁ ἄνθρωπος εἶναι Γαλιλαῖος

    7 καὶ ὅταν ἔμαθε ὅτι εἶναι ἀπὸ τὸ μέρος ποὺ ὑπάγεται εἰς τὴν ἐξουσίαν τοῦ Ἡρώδη, τὸν ἔστειλε εἰς αὐτόν, διότι εὑρίσκετο καὶ ὁ Ἡρώδης εἰς τὰ Ἱεροσόλυμα κατὰ τὰς ἡμέρας ἐκείνας.

    8 Ὅταν ὁ Ἡρώδης εἶδε τὸν Ἰησοῦν, ἐχάρηκε πολύ, διότι ἐπὶ ἀρκετὸν καιρόν ἤθελε νὰ τὸν ἰδῇ, ἐπειδὴ εἶχε ἀκούσει πολλὰ γι’ αὐτὸν καὶ ἤλπιζε νὰ τὸν ἰδῇ νὰ κάνῃ κανένα θαῦμα.

    9 Τοῦ ὑπέβαλλε πολλὰς ἐρωτήσεις, αὐτὸς ὅμως δὲν τοῦ ἔδωκε καμμίαν ἀπόκρισιν.

    10 Ἀλλ’ ἐστέκοντο ἐκεῖ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, οἱ ὁποῖοι δριμύτατα τὸν κατηγοροῦσαν.

    11 Τότε ὁ Ἡρώδης μαζί μὲ τοὺς στρατιώτας του τὸν ἐξευτέλισε καὶ τὸν ἐνέπαιξε· ὕστερα τοῦ ἐφόρεσε ἕναν λαμπρὸν μανδύαν καὶ τὸν ἔστειλε πάλιν εἰς τὸν Πιλᾶτον.

    12 Τὴν ἡμέραν αὐτὴν ὁ Ἡρώδης καὶ ὁ Πιλᾶτος ἔγιναν φίλοι μεταξύ τους· προηγουμένως ἦσαν εἰς ἔχθραν.

    Πιλᾶτος, Βαραββᾶς καὶ Ἰησοῦς

    13 Ὁ Πιλᾶτος συνεκάλεσε τοὺς ἀρχιερεῖς, τοὺς ἄρχοντας καὶ τὸν λαόν,

    14 καὶ τοὺς εἶπε, «Μοῦ φέρατε τὸν ἄνθρωπον αὐτὸν σὰν ταραξίαν τοῦ λαοῦ ἀλλὰ ἐγώ, ἀφοῦ τὸν ἀνέκρινα ἐνώπιόν σας, δὲν εὑρῆκα εἰς αὐτὸν τίποτε ἀπ’ ὅσα τὸν κατηγορεῖτε.

    15 Ἀλλ’ οὔτε καὶ ὁ Ἡρώδης, διότι τὸν παρέπεμψε σ’ ἐμᾶς. Δὲν ἔχει κάνει τίποτε ἄξιον θανάτου.

    16 Ἀφοῦ λοιπὸν τὸν τιμωρήσω, θὰ τὸν ἀφήσω ἐλεύθερον».

    17 [Εἶχε ὑποχρέωσιν νὰ τοὺς ἐλευθερώσῃ ἕνα κατὰ τὴν ἐορτήν].

    18 Ἀλλ’ ὅλον τὸ πλῆθος ἐφώναξε, «Θανάτωσε τοῦτον, καὶ ἐλευθέρωσέ μας τὸν Βαραββᾶν»,

    19 ὁ ὁποῖος ἦτο φυλακισμένος διὰ στάσιν ποὺ ἔγινε εἰς τὴν πόλιν καὶ διὰ φόνον.

    20 Ὁ Πιλᾶτος, ἐπειδὴ ἤθελε νὰ ἀπολύσῃ τὸν Ἰησοῦν, τοὺς μίλησε καὶ πάλιν.

    21 Ἀλλ’ αὐτοὶ ἐξακολουθοῦσαν νὰ φωνάζουν, «Σταύρωσέ τον, σταύρωσέ τον».

    22 Διὰ τρίτην φορὰν τοὺς εἶπε, «Τί κακὸν ἔκανε;» Δὲν εὑρῆκα εἰς αὐτὸν τίποτε ἄξιον θανάτου· ἀφοῦ λοιπὸν τὸν τιμωρήσω, θὰ τὸν ἀπολύσω».

    23 Ἀλλ’ αὐτοὶ ἐπέμεναν μὲ δυνατὲς φωνὲς καὶ ἐζητοῦσαν νὰ σταυρωθῇ, καὶ οἱ φωνὲς οἱ δικές τους καὶ τῶν ἀρχιερέων ὑπερίσχυσαν.

    24 Καὶ ὁ Πιλᾶτος ἀπεφάσισε νὰ γίνῃ τὸ αἴτημά τους.

    25 Ἀπέλυσε πρὸς χάριν τους τὸν Βαραββᾶν ποὺ ἐζητοῦσαν καὶ ὁ ὁποῖος ἦτο φυλακισμένος διὰ στάσιν καὶ φόνον, τὸν δὲ Ἰησοῦν παρέδωκε εἰς τὴν διάθεσίν τους.

    Ἡ σταύρωσις τοῦ Ἰησοῦ

    26 Καὶ καθὼς τὸν ἐπήγαιναν, ἔπιασαν κάποιον Σίμωνα Κυρηναῖον, ὁ ὁποῖος ἐρχότανε ἀπὸ τὴν ὕπαιθρον καὶ ἔβαλαν ἐπάνω του τὸν σταυρὸν διὰ νὰ τὸν βαστάζῃ ὀπίσω ἀπὸ τὸν Ἰησοῦν.

    27 Τὸν ἀκολουθοῦσε δὲ πολὺς κόσμος καὶ γυναῖκες, ποὺ ἐκτυποῦσαν τὰ στήθη τους καὶ τὸν ἐθρηνολογοῦσαν.

    28 Ὁ Ἰησοῦς ἐστράφη πρὸς αὐτὰς καὶ εἶπε, «Θυγατέρες τῆς Ἱερουσαλήμ, μὴν κλαῖτε γιὰ μένα, νὰ κλαῖτε μᾶλλον γιὰ τὸν ἑαυτόν σας καὶ γιὰ τὰ παιδιά σας.

    29 Διότι θὰ ἔλθουν ἡμέρες ποὺ θὰ λέγουν, «Εὐτυχεῖς οἱ στεῖρες καὶ οἱ κοιλίες, ποὺ δὲν ἐγέννησαν, καὶ μαστοὶ, ποὺ δὲν ἐθήλασαν».

    30 Τότε θὰ ἀρχίσουν νὰ λέγουν εἰς τὰ βουνά, «Πέστε ἐπάνω μας», καὶ εἰς τοὺς λόφους, «Σκεπάστε μας»,

    31 διότι ἐὰν κάνουν αὐτὰ εἰς τὸ χλωρὸν δένδρον, τὶ θὰ συμβῇ εἰς τὸ ξερό;»

    32 Ὡδηγοῦντο καὶ δύο κακοῦργοι, διὰ νὰ θανατωθοῦν μαζί του.

    33 Καὶ ὅταν ἦλθαν εἰς τὸν τόπον ποὺ ὠνομάζετο Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, τὸν ἕναν εἰς τὰ δεξιά, καὶ τὸν ἄλλον εἰς τὰ ἀριστερά.

    34 Ὁ Ἰησοῦς ἔλεγε, «Πατέρα, συγχώρησέ τους, διότι δὲν ξέρουν τί κάνουν». Ὅταν δὲ ἐμοίραζαν τὰ ἐνδύματά του, ἔρριξαν κλήρους.

    35 Ὁ λαὸς ἐστεκότανε καὶ ἔβλεπε. Τὸν περιέπαιζαν δὲ μαζὶ μὲ αὐτοὺς καὶ οἱ ἄρχοντες καὶ ἔλεγαν, «Ἄλλους ἔσωσε, ἂς σώσῃ τὸν ἑαυτόν του, ἐὰν αὐτὸς εἶναι ὁ Χριστὸς, ὁ ἐκλεκτὸς τοῦ Θεοῦ».

    36 Τὸν εἰρωνεύοντο δὲ καὶ οἱ στρατιῶται, οἱ ὁποῖοι τὸν ἐπλησίαζαν καὶ τοῦ προσέφεραν ξύδι

    37 καὶ ἔλεγαν, «Ἐὰν εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσε τὸν ἑαυτόν σου».

    38 Ἐπάνω ἀπὸ τὴν κεφαλήν του ὑπῆρχε καὶ ἐπιγραφὴ γραμμένη μὲ γράμματα Ἐλληνικά, Ρωμαϊκὰ καὶ Ἑβραϊκά: «Αὐτος εἶναι ὁ βασιλεὺς τῶν Ἰουδαίων».

    39 Ἔνας ἀπὸ τοὺς κρεμασμένους κακούργους τὸν ἐβλασφημοῦσε καὶ ἔλεγε, «Ἐὰν ἐσὺ εἶσαι ὁ Χριστὀς, σῶσε τὸν ἑαυτόν σου καὶ ἐμᾶς».

    40 Ἀποκριθεὶς δὲ ὁ ἄλλος, τὸν ἐπέπληξε καὶ τοῦ εἶπε, «Δὲν φοβᾶσαι, ἀφοῦ καὶ σὺ βρίσκεσαι στὴν ἴδια καταδίκη;

    41 Καὶ ἐμεῖς μὲν δικαίως, διότι ἀπολαμβάνομεν ἄξια ἐκείνων ποὺ ἐκάναμε, ἐνῷ αὐτὸς δὲν ἔκανε κανένα κακόν».

    42 Καὶ εἶπε εἰς τὸν Ἰησοῦν, «Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου».

    43 Καὶ ὁ Ἰησοῦς εἶπε, «Ἀλήθεια σοῦ λέγω, σήμερα θὰ εἶσαι μαζί μου εἰς τὸν παράδεισον».

    Θάνατος τοῦ Χριστοῦ

    44 Ἦτο ἤδη περίπου ἔκτη ὥρα καὶ ἔγινε σκοτάδι εἰς ὅλην τὴν γῆν ἕως τὴν ἐνάτην ὥραν,

    45 καὶ ὁ ἥλιος δὲν ἐφαίνετο καὶ ἐσχίσθηκε τὸ καταπέτασμα τοῦ ναοῦ εἰς τὸ μέσον.

    46 Τότε ὁ Ἰησοῦς ἐφώναξε μὲ δυνατὴν φωνὴν καὶ εἶπε, «Πατέρα, εἰς τὰ χέρια σου παραδίδω τὸ πνεῦμα μου». Καὶ ὅταν εἶπε αὐτό, ἐξέπνευσε.

    47 Ὅταν ὁ ἐκατόνταρχος εἶδε τί ἔγινε, ἐδόξασε τὸν Θεὸν καὶ εἶπε, «Πραγματικὰ αὐτὸς ὁ ἄνθρωπος ἦτο ἀθῶος».

    48 Καὶ ὅλος ὁ κόσμος ποὺ εἶχε ἔλθει διὰ νὰ ἰδῇ τὸ θέαμα αὐτό, ὅταν εἶδε ὅσα συνέβησαν, ἐπέστρεφαν καὶ κτυποῦσαν τὰ στήθη τους.

    49 Ὅλοι οἱ γνωστοί του καὶ αἱ γυναῖκες ποὺ τὸν εἶχαν ἀκολουθήσει ἀπὸ τὴν Γαλιλαίαν ἐστέκοντο καὶ ἔβλεπαν αὐτὰ ἀπὸ μακρυά.

    Ἐνταφιασμὸς τοῦ Χριστοῦ

    50 Ὑπῆρχε κάποιος, ὀνομαζόμενος Ἰωσήφ, βουλευτὴς καὶ ἄνθρωπος ἀγαθὸς καὶ δίκαιος,

    51 ὁ ὁποῖος δὲν  ἦτο σύμφωνος μὲ τὴν ἀπόφασιν καὶ τὴν πρᾶξιν τους. Ἦτο ἀπὸ τὴν Ἀριμαθαίαν, πόλιν τῆς Ἰουδαίας, καὶ ἐπερίμενε καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ.

    52 Αὐτὸς ἦλθε εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἀφοῦ τὸ κατέβασε,

    53 τὸ ἐτύλιξε μὲ σινδόνι καὶ τὸ ἔβαλε εἰς λαξευμένον μνῆμα, εἰς τὸ ὁποῖον κανεὶς ποτὲ δὲν εἶχε ἐνταφιασθῆ.

    54 Καὶ ἦτο ἡμέρα τῆς Παρασκευῆς καὶ ἐπλησίαζε τὸ Σάββατον.

    55 Αἱ γυναῖκες, ποὺ εἶχαν ἔλθει μαζί του ἀπὸ τὴν Γαλιλαίαν, παρακολούθησαν καὶ εἶδαν τὸ μνῆμα καὶ πῶς ἐνταφιάσθηκε τὸ σῶμά του·

    56 ὕστερα ἐπέστρεψαν σπίτι τους καὶ ἑτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν Σάββατον ἡσύχασαν σύμφωνα μὲ τὴν ἐντολήν.

    Το αρχαίο κείμενο

    1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.

    2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.

    3 ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις.

    4 ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.

    5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.

    6 Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι·

    7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.

    8 ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ' αὐτοῦ γινόμενον.

    9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.

    10 εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐντόνως κατηγοροῦντες αὐτοῦ.

    11 ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.

    12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ' ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.

    13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν

    14 εἶπε πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ' αὐτοῦ.

    15 ἀλλ' οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ.

    16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω.

    17 ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.

    18 ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν·

    19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακὴν.

    20 πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.

    21 οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν.

    22 ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.

    23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων.

    24 ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν,

    25 ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.

    26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου, ἐρχομένου ἀπ' ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ Ἰησοῦ.

    27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.

    28 στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ' ἐμέ, πλὴν ἐφ' ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.

    29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.

    30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, πέσετε ἐφ' ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς·

    31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;

    32 Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι.

    33 Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.

    34 ὁ δὲ Ἰησοῦς ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον.

    35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες· Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ ὁ ἐκλεκτός.

    36 ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ

    37 καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.

    38 ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ' αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ρωμαϊκοῖς καὶ Ἑβραϊκοῖς· οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.

    39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.

    40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;

    41 καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε.

    42 καὶ ἔλεγε τῷ Ἰησοῦ· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

    43 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Ἀμήν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

    44 ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου ἐκλειπόντος,

    45 καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον·

    46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.

    47 ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.

    48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον.

    49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

    50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος

    51 - οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν - ἀπὸ Ἁριμαθαίας πόλεως τῶν
    Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ,

    52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ,

    53 καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος· 54 καὶ ἡμέρα ἦν παρασκευὴ, σάββατον ἐπέφωσκε.

    55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,

    56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

    Κεφάλαιο 24 (Ὁ κενὸς τάφος - Ὁ Ἰησοῦς Χριστὸς ἐμφανίζεται εἰς τὴν ὁδόν πρὸς Ἐμμαούς - Ὁ Ἰησοῦς Χριστὸς ἐμφανίζεται εἰς τοὺς ἀποστόλους - Ἡ Ἀνάληψις)


Δημοφιλη αρθρα

Λογοι