Follow @pistosgr

Βρίσκεστε εδώ:

Πράξεις Αποστόλων

  • Κεφάλαιο 17 (Εἰς Θεσσαλονίκην - Εἰς Βέροιαν - Εἰς Ἀθήνας)

    Εἰς Θεσσαλονίκην

    1 Ἀφοῦ ἐπέρασαν ἀπὸ τὴν Ἄμφίπολιν καὶ τὴν Ἀπολλωνίαν, ἦλθαν εἰς τὴν Θεσσαλονίκην, ὅπου ὑπῆρχε συναγωγὴ τῶν Ἰουδαίων.

    2 Κατὰ τὴν συνήθειάν του ὁ Παῦλος τοὺς ἐπισκέφθηκε καὶ ἐπὶ τρία Σάββατα συζητοῦσε μαζί τους ἀπὸ τὰς γραφὰς

    3 καὶ τὰς ἑρμήνευε ἐξηγῶν ὅτι ὁ Χριστὸς ἔπρεπε νὰ πάθῃ καὶ νὰ ἀναστηθῇ ἀπὸ τοὺς νεκρούς. «Αὐτὸς ὁ Ἰησοῦς, ἔλεγε, ποὺ ἐγὼ σᾶς κηρύττω, εἶναι ὁ Μεσσίας».

    4 Μερικοὶ ἀπ’ αὐτούς, ἐπείσθησαν καὶ προσεκολλήθησαν εἰς τὸν Παῦλον καὶ τὸν Σίλαν καὶ ἐπίσης μεγάλος ἀριθμὸς ἀπὸ θεοσεβεῖς Ἕλληνας καὶ πολλὰς γυναῖκας καλῆς κοινωνικῆς τάξεως.

    5 Ἀλλ’ οἱ Ἰουδαῖοι ἐκεῖνοι ποὺ δὲν ἐπείθοντο ἐζηλοτύπησαν· ἐπῆραν μερικοὺς χυδαίους ἀνθρώπους ἀπὸ τὴν ἀγοράν, καὶ ἀφοῦ ὠργάνωσαν ὀχλαγωγίαν, ἐθορυβοῦσαν εἰς τὴν πόλιν, ἦλθαν εἰς τὸ σπίτι τοῦ Ἰάσωνος καὶ τοὺς ἐζητοῦσαν διὰ νὰ τοὺς ὁδηγήσουν εἰς τὴν συνέλευσιν τῆς πόλεως.

    5 Ἀλλ’ ἐπειδὴ δὲν τοὺς εὑρῆκαν, ἔσυραν τὸν Ἰάσωνα καὶ μερικοὺς ἀδελφοὺς εἰς τοὺς ἄρχοντας τῆς πόλεως καὶ ἐφώναζαν, «Αὐτοὶ ποὺ ἀναστάτωσαν τὴν οἰκουμένην, ἦλθαν καὶ ἐδῶ, καὶ ὁ Ἰάσων τοὺς ἔχει ὑποδεχθῆ.

    7 Ὅλοι αὐτοὶ ἐνεργοῦν ἐνάντια πρὸς τὰς διαταγὰς τοῦ Καίσαρος, λέγοντες ὅτι ὑπάρχει ἄλλος βασιλεύς, ὁ Ἰησοῦς».

    8 Ὁ λαὸς καὶ οἱ ἄρχοντες τῆς πόλεως ἐταράχθησαν ὅταν ἄκουσαν αὐτά,

    9 καὶ ἀφοῦ ἔλαβαν τὴν ἀνάλογον ἐγγύησιν ἀπὸ τὸν Ἰάσωνα καὶ τοὺς λοιπούς, τοὺς ἀπέλυσαν.

    Εἰς Βέροιαν

    10 Οἱ ἀδελφοὶ ἀμέσως τὴν νύχτα ἔστειλαν τὸν Παῦλον καὶ τὸν Σίλαν εἰς τὴν Βέροιαν, καὶ ὅταν ἔφθασαν, ἐπῆγαν εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων.

    11 Αὐτοὶ ἦσαν εὐγενέστεροι ἀπὸ τοὺς Ἰουδαίους τῆς Θεσσαλονίκης καὶ ἐδέχθησαν τὸν λόγον μὲ πᾶσαν προθυμίαν καὶ καθημερινῶς ἐξήταζαν τὰς γραφὰς, διὰ νὰ ἰδοῦν ἐὰν ἦσαν ἔτσι τὰ πράγματα.

    12 Πολλοὶ ἀπ’ αὐτοὺς ἐπίστεψαν καὶ ἐπίσης ἀπὸ τὰς Ἑλληνίδας γυναῖκας τῆς καλῆς τάξεως καὶ ἀπὸ τοὺς ἄνδρας ὄχι ὀλίγοι.

    13 Μόλις ἔμαθαν οἱ Ἰουδαῖοι τῆς Θεσσαλονίκης ὅτι καὶ εἰς τὴν Βέροιαν ἐκηρύχθηκε ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθαν καὶ ἐκεῖ διὰ νὰ ξεσηκώσουν τὸν ὄχλον.

    14 Τότε οἱ ἀδελφοὶ ἔστειλαν ἀμέσως τὸν Παῦλον πρὸς τὴν κατεύθυνσιν τῆς θαλάσσης, ἐνῷ ὁ Σίλας καὶ ὁ Τιμόθεος παρέμειναν ἐκεῖ.

    15 Οἱ ὁδηγοὶ τοῦ Παύλου τὸν ἔφεραν  μέχρις Ἀθηνῶν καὶ ἀφοῦ ἔλαβαν ἐντολὴν διὰ τὸν Σίλαν καὶ τὸν Τιμόθεον νὰ ἔλθουν ὅσον τὸ δυνατὸν ταχύτερον, ἀνεχώρησαν.

    Εἰς Ἀθήνας

    16 Ἐνῷ ὁ Παῦλος τοὺς ἐπερίμενε εἰς τὰς Ἀθήνας, τὸ πνεῦμά του ἐξεγείρετο, ἐπειδὴ ἔβλεπε τὴν πόλιν νὰ εἶναι γεμάτη ἀπὸ εἴδωλα.

    17 Συζητοῦσε λοιπὸν εἰς τὴν συναγωγὴν μὲ τοὺς Ἰουδαίους καὶ τοὺς θεοσεβεῖς καί, καθημερινῶς εἰς τὴν ἀγοράν, μὲ ἐκείνους ποὺ τυχὸν εὑρίσκοντο ἐκεῖ.

    18 Μερικοὶ ἀπὸ τοὺς Ἐπικουρείους καὶ τοὺς Στωϊκοὺς φιλοσόφους ἦλθαν εἰς ἐπαφὴν μαζί του καὶ μερικοὶ ἔλεγαν, «Τί ἆραγε θέλει νὰ πῇ αὐτὸς ὁ φλύαρος;». Ἄλλοι ἔλεγαν, «Φαίνεται νὰ εἶναι κῆρυξ ξένων θεῶν». Διότι ἐκήρυττε εἰς αὐτοὺς τὸ χαρμόσυνον ἄγγελμα τοῦ Ἰησοῦ καὶ τῆς ἀναστάσεως.

    19 Τὸν ἐπῆραν λοιπὸν καὶ τὸν ἔφεραν εἰς τὸν Ἄρειον Πάγον καὶ τοῦ εἶπαν, «Μποροῦμε νὰ μάθωμε ποιά εἶναι ἡ καινούργια αὐτὴ διδασκαλία διὰ τὴν ὁποῖαν μιλᾶς;

    20 Κάτι περίεργα πράγματα φέρεις εἰς τὴν ἀκοήν μας καὶ θέλομε νὰ μάθωμε τί ἆραγε εἶναι αὐτά».

    21 Ὅλοι οἱ ξένοι ποὺ ἔμεναν ἐκεῖ, δὲν εἶχαν διαθέσιμον χρόνον διὰ τίποτε ἄλλο παρὰ διὰ νὰ λέγουν καὶ νὰ ἀκούουν κάτι νεώτερον.

    Ὁμιλία τοῦ Παύλου ἐπὶ τοῦ Ἀρείου Πάγου

    22 Τότε ὁ Παῦλος ἐστάθηκε εἰς τὸ μέσον τοῦ Ἀρείου Πάγου καὶ εἶπε, «Ἄνδρες Ἀθηναῖοι, βλέπω ὅτι εἶσθε ἀπὸ πάσης ἀπόψεως πολὺ θρῆσκοι.

    23 Διότι καθὼς περνοῦσα καὶ ἐκύτταζα τὰ ἱερά σας, εὑρῆκα καὶ ἕνα βωμόν, εἰς τὸν ὁποῖον ὑπῆρχε ἐπιγραφὴ, «Εἰς τὸν ἄγνωστον Θεόν». Αὐτὸν λοιπὸν ποὺ λατρεύετε, χωρὶς νὰ τὸν ξέρετε, αὐτὸς ἐγὼ σᾶς κηρύττω.

    24 Ὁ Θεὸς ποὺ ἐδημιούργησε τὸν κόσμον καὶ ὅλα ὅσα εἶναι εἰς τὸν κόσμον, καὶ ὁ ὁποῖος εἶναι Κύριος οὐρανοῦ καὶ γῆς, δὲν κατοικεῖ σὲ ναοὺς κατασκευασμένους ἀπὸ χέρια ἀνθρώπων,

    25 οὔτε ἐξυπηρετεῖται ἀπὸ χέρια ἀνθρώπων σὰν νὰ εἶχε ἀνάγκην ἀπὸ κάτι, αὐτὸς ποὺ δίνει εἰς ὅλους ζωὴν καὶ πνοὴν καὶ γενικῶς ὅλα.

    26 Ἐδημιούργησε ὁλόκληρον τὸ ἀνθρώπινον γένος ἀπὸ ἕνα αἷμα διὰ νὰ κατοικῇ εἰς ὅλην τὴν γῆν, ἀφοῦ ὥρισε ὡρισμένας ἀποχὰς καὶ τὰ ὁρόσημα τῆς κατοικίας των,

    27 διὰ νὰ ζητοῦν τὸν Κύριον μήπως τὸν ψηλαφήσουν καὶ τὸν βροῦν, ἂν καὶ δὲν εἶναι μακρυὰ ἀπὸ καθένα ἀπὸ μᾶς.

    28 Διότι μέσα σ’ αὐτὸν ζοῦμε καὶ κινούμεθα καὶ ὑπάρχομεν, καθὼς καὶ μερικοὶ ἐκ τῶν ποιητῶν σας ἔχουν πῆ, «Εἴμεθα καὶ γένος του».

    29 Ἀφοῦ λοιπὸν εἴμεθα γένος τοῦ Θεοῦ, δὲν πρέπει νὰ νομίζωμεν ὅτι ἡ θεότης μοιάζει μὲ χρυσὸν ἢ ἄργυρον ἤ λίθον, σκαλιστὸν ἔργον τέχνης καὶ ἀνθρώπινης συλλήψεως.

    30 Τοὺς χρόνους ἐκείνους τῆς ἀγνοίας παρέβλεψε ὁ Θεὸς καὶ τώρα παραγγέλει εἰς ὅλους τοὺς ἀνθρώπους παντοῦ νὰ μετανοήσουν,

    31 διότι ὥρισε ἡμέραν, κατὰ τὴν ὁποίαν μέλλει νὰ κρίνῃ τὴν οἰκουμένην μὲ δικαιοσύνην δι’ ἀνδρός, τὸν ὁποῖον ὥρισε. Περὶ τούτου ἔδωκε εἰς ὅλους βεβαίωσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν».

    32 Ὅταν ἄκουσαν ἀνάστασιν νεκρῶν, μερικοὶ εἰρωνεύοντο, ἄλλοι εἶπαν, «Θὰ σὲ ἀκούσωμεν καὶ πάλιν διὰ τὸ ζήτημα αὐτό».

    33 Καὶ ἔτσι ὁ Παῦλος ἔφυγε ἀπὸ ἀνάμεσά τους.

    34 Μερικοὶ προσεκολλήθησαν σ’ αὐτὸν καὶ ἐπίστεψαν, μεταξὺ αὐτῶν καὶ ὁ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ κάποια γυναῖκα ὀνομαζομένη Δάμαρις καὶ ἄλλοι ἐπίσης.

    Το αρχαίο κείμενο

    1 Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων.

    2 κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτοὺς, καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν γραφῶν,

    3 διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστός, Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.

    4 καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πολὺ πλῆθος γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.

    5 Προσλαβόμενοι δὲ οἱ ἀπειθοῦντες Ἰουδαῖοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον·

    6 μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν,

    7 οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν.

    8 ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα.

    9 καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.

    10 Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν ἀπῄεσαν τῶν Ἰουδαίων.

    11 οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, τὸ καθ' ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτω.

    12 πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι.

    13 Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους.

    14 εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν· ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ.

    15 οἱ δὲ καθιστῶντες τὸν Παῦλον ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν,
    ἐξῄεσαν.

    16 Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν.

    17 διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.

    18 τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ Στωϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον· Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο αὐτοῖς.

    19 ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες· Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;

    20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι.

    21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν καινότερον.

    22 Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ·

    23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.

    24 ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ

    25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα·

    26 ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,

    27 ζητεῖν τὸν Κύριον εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.

    28 Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασιν· τοῦ γὰρ καὶ γένος ἐσμέν.

    29 γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.

    30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν,

    31 διότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.

    32 Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου πάλιν περὶ τούτου.

    33 καί οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.

    34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.

    Κεφάλαιο 18 (Εἰς Κόρινθον - Γαλλίων καὶ Παῦλος - Ὁ Παῦλος ἐπιστρέφει εἰς τὴν Συρίαν - Ὁ Ἀπολλὼς εἰς τὴν Ἔφεσον)


Δημοφιλη αρθρα

Λογοι