Follow @pistosgr

Βρίσκεστε εδώ:

Πράξεις Αποστόλων

  • Κεφάλαιο 19 (Μαθηταὶ τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ εἰς τὴν Ἔφεσον - Σχέδια τοῦ Παύλου - Ταραχὴ εἰς τὴν Ἔφεσον)

    Μαθηταὶ τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ εἰς τὴν Ἔφεσον

    1 Ἐνῷ ὁ Ἀπολλὼς ἦτο εἰς τὴν Κόρινθον, ὁ Παῦλος ἐπέρασε τὰ μεσόγεια μέρη καὶ ἦλθε εἰς τὴν Ἔφεσον.

    2 Ἐκεῖ εὑρῆκε μερικοὺς μαθητὰς καὶ τοὺς ἐρώτησε, «Ἐλάβατε Πνεῦμα Ἅγιον, ὅταν ἐπιστέψατε;». Ἐκεῖνοι τοῦ εἶπαν, «Οὔτε κἂν ἔχομεν ἀκούσει ἂν ὑπάρχῃ Πνεῦμα Ἅγιον».

    3 Τότε τοὺς εἶπε, «Εἰς τί λοιπὸν ἐβαπτισθήκατε;». Καὶ ἐκεῖνοι εἶπαν, «Εἰς τὸ βάπτισμα τοῦ Ἰωάννου».

    4 Ὁ Παῦλος τότε εἶπε, «Ὁ Ἰωάννης ἐβάπτισε βάπτισμα μετανοίας καὶ ἔλεγε εἰς τὸν λαὸν νὰ πιστέψουν εἰς ἐκεῖνον ποὺ ἔρχεται μετὰ ἀπὸ αὐτόν, δηλαδὴ εἰς τὸν Χριστὸν Ἰησοῦν».

    5 Ὅταν ἄκουσαν αὐτό, ἐβαπτίσθηκαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ·

    6 καὶ ὅταν ὁ Παῦλος ἔβαλε τὰ χέρια ἐπάνω τους, ἦλθε εἰς αὐτοὺς τὸ Πνεῦμα τὸ Ἅγιον καὶ μιλοῦσαν γλώσσας καὶ ἐπροφήτευαν.

    7 Ἦσαν δὲ ὅλοι περὶ τοὺς δώδεκα.

    Ὁ Παῦλος εἰς τὴν Ἔφεσον

    8 Κατόπιν ὁ Παῦλος ἐπῆγε εἰς τὴν συναγωγήν, καὶ ἐπὶ τρεῖς μῆνες ἐμιλοῦσε μὲ θάρρος. Συζητοῦσε καὶ ἔπειθε τοὺς Ἰουδαίους περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

    9 Ἀλλ’ ὅταν μερικοὶ ἄρχισαν νὰ γίνωνται ἰσχυρογνώμονες καὶ ἠρνοῦντο νὰ πιστέψουν, κακολογοῦντες τὴν διδασκαλίαν ἐμπρὸς εἰς τοὺς ἀκροατάς, τότε ἔφυγε ἀπὸ αὐτούς, ἐπῆρε μαζί του τοὺς μαθητὰς καὶ εἶχε συζητήσεις καθημερινῶς εἰς τὴν σχολὴν κάποιου ὀνομαζομένου Τυράννου.

    10 Αὐτὸ συνεχίσθη ἐπὶ δύο χρόνια, καὶ ἔτσι ὅλοι οἱ κατοικοῦντες τὴν Ἀσίαν ἄκουσαν τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, Ἰουδαῖοι καὶ Ἕλληνες.

    11 Καὶ ὁ Θεὸς ἐνεργοῦσε διὰ τοῦ Παύλου θαύματα ὄχι ἀπὸ τὰ συνήθη,

    12 ὥστε μανδήλια ἢ περιζώματα ἀπὸ τὸ σῶμά του ἐφέροντο εἰς τοὺς ἀσθενεῖς καὶ ἐλευθερώνοντο ἀπὸ τὰς ἀσθενείας των καὶ ἔβγαιναν ἀπὸ αὐτοὺς τὰ πονηρὰ πνεύματα.

    13 Μερικοὶ ἀπὸ τοὺς περιοδεύοντας Ἰουδαίους ἐξορκιστὰς ἐπεχείρησαν νὰ προφέρουν τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ ἐπάνω εἰς ἐκείνους ποὺ εἶχαν πνεύματα πονηρὰ λέγοντες, «Σᾶς ἐξορκίζομεν διὰ τοῦ Ἰησοῦ, τὸν ὁποῖον ὁ Παῦλος κηρύσσει».

    14 Ἦσαν δὲ ἑπτὰ υἱοὶ κάποιου Σκευᾶ, Ἰουδαίου ἀρχιερέως, ποὺ ἔκαναν αὐτό.

    15 Τὸ πνεῦμα τὸ πονηρὸν τοὺς ἀπεκρίθη, «Τὸν Ἰησοῦν τὸν ξέρω καὶ τὸν Παῦλον ἐπίσης τὸν ξέρω· ἀλλὰ σεῖς ποιοί εἶσθε;»,

    16 καὶ ὁ ἄνθρωπος ποὺ εἶχε τὸ πνεῦμα τὸ πονηρὸν ὥρμησε ἐναντίον τους, τοὺς κατέβαλε καὶ τοὺς ἐκακοποίησε, ὥστε ἔφυγαν ἀπὸ τὸ σπίτι ἐκεῖνο γυμνοὶ καὶ τραυματισμένοι.

    17 Αὐτὸ ἔγινε γνωστὸν εἰς ὅλους τοὺς Ἰουδαίους καὶ Ἕλληνας ποὺ κατοικοῦσαν εἰς τὴν Ἔφεσον καὶ τοὺς κατέλαβε ὅλους φόβος, καὶ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ ἐδοξάζετο.

    18 Καὶ πολλοὶ ἀπὸ ἐκείνους ποὺ εἶχαν πιστέψει ἤρχοντο καὶ ἐξωμολογοῦντο καὶ ἔλεγαν τὰς πράξεις των.

    19 Πολλοὶ δὲ ἀπὸ ἐκείνους ποὺ ἠσχολοῦντο εἰς τὴν μαγείαν ἔφεραν τὰ βιβλία τους καὶ τὰ ἔκαιαν ἐνώπιον ὅλων καὶ ὑπελόγισαν τὴν ἀξίαν τους καὶ εὑρῆκαν ὅτι ἄξιζαν πενῆντα χιλιάδες ἀργύρια.

    20 Ἔτσι ὁ λόγος τοῦ Κυρίου διεδίδετο καὶ ἐπεβάλλετο μὲ δύναμιν.

    Σχέδια τοῦ Παύλου

    21 Μετὰ τὰ γεγονότα αὐτά, ὁ Παῦλος ἀπεφάσισε νὰ περάσῃ ἀπὸ τὴν Μακεδονίαν καὶ Ἀχαΐαν καὶ νὰ μεταβῇ εἰς τὴν Ἱερουσαλήμ, καὶ ἔλεγε: «Ἀφοῦ μεταβῶ ἐκεῖ, πρέπει νὰ ἰδῶ καὶ τὴν Ρώμην».

    22 Καὶ ἀφοῦ ἔστειλε εἰς τὴν Μακεδονίαν δύο ἀπὸ τοὺς βοηθούς του, τὸν Τιμόθεον καὶ τὸν Ἔραστον, αὐτὸς ἔμεινε ὀλίγον ἀκόμη χρόνον εἰς τὴν Ἀσίαν.

    Ταραχὴ εἰς τὴν Ἔφεσον

    23 Κατ’ ἐκεῖνον τὸν καιρὸν ἔγινε ὄχι ὀλίγη ταραχὴ διὰ τὴν διδασκαλίαν.

    24 Κάποιος ὀνομαζόμενος Δημήτριος χρυσοχόος, ὁ ὁποῖος κατεσκεύαζε ναοὺς ἀργυροὺς τῆς Ἀρτέμιδος, ἔδινε εἰς τοὺς τεχνίτας ὄχι ὀλίγην ἐργασίαν.

    25 Αὐτὸς τοὺς συγκέντρωσε μαζὶ μὲ τοὺς ἐργάτας τῆς τέχνης αὐτῆς καὶ τοὺς εἶπε, «Ἄνδρες, γνωρίζετε καλὰ ὅτι ἀπὸ τὴν ἐργασίαν αὐτὴν ἐξαρτᾶται ἡ εὐημερία μας,

    26 καὶ βλέπετε καὶ ἀκοῦτε ὅτι αὐτὸς ὁ Παῦλος ἕπεισε καὶ μετέστρεψε ἀρκετὸν κόσμον ὄχι μόνον τῆς Ἐφέσου ἀλλὰ σχεδὸν ὅλης τῆς Ἀσίας μὲ τὸ νὰ λέγῃ ὅτι θεοὶ κατασκευαζόμενοι μὲ τὰ χέρια δὲν εἶναι θεοί.

    27 Ὄχι μόνον δὲ τὸ ἐπάγγελμά μας αὐτὸ κινδυνεύει νὰ δυσφημισθῇ ἀλλὰ καὶ ὁ ναὸς τῆς μεγάλης θεᾶς Ἀρτέμιδος νὰ περιφρονηθῇ καὶ νὰ χάσῃ τὴν μεγαλοπρέπειάν της, αὐτὴν τὴν ὁποίαν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη λατρεύει».

    28 Ὅταν ἄκουσαν αὐτὰ ὠργίσθησαν καὶ ἐφώναζαν λέγοντες, «Μεγάλη ἡ Ἄρτεμις τῶν Ἐφεσίων».

    29 Καὶ ἦτο ὅλη ἡ πόλις γεμάτη ταραχὴν καὶ ὥρμησαν ὅλοι μαζὶ εἰς τὸ θέατρον, σύροντες μαζί τους τὸν Γάϊον καὶ τὸν Ἀρίσταρχον, Μακεδόνας, συνοδοιπόρους τοῦ Παύλου.

    30 Ὁ Παῦλος ἤθελε νὰ παρουσιασθῇ εἰς τὴν συνέλευσιν ἀλλὰ δὲν τὸν ἄφησαν οἱ μαθηταί.

    31 Μερικοὶ ἐπίσης ἀπὸ τοὺς Ἀσιάρχας, οἱ ὁποῖοι ἦσαν φίλοι του, ἔστειλαν πρὸς αὐτὸν καὶ τὸν παρακαλοῦσαν νὰ μὴ ἐκτεθῇ μεταβαίνων εἰς τὸ θέατρον.

    32 Ἐν τῷ μεταξὺ μερικοὶ ἐφώναζαν ἕνα πρᾶγμα καὶ ἄλλοι ἄλλο, διότι ἡ συνέλευσις εὑρίσκετο εἰς σύγχυσιν καὶ οἱ περισσότεροι δὲν ἐγνώριζαν διατὶ εἶχαν συγκεντρωθῆ.

    33 Μερικοὶ ἀπὸ τὸν ὄχλον ἔσπρωξαν πρὸς τὰ ἐμπρὸς κάποιον Ἀλέξανδρον, τὸν ὁποῖον παρουσίασαν οἱ Ἰουδαῖοι. Ὁ Ἀλέξανδρος, ἀφοῦ ἔνευσε μὲ τὸ χέρι, ἤθελε νὰ ἀπολογηθῇ πρὸς τὸν λαόν.

    34 Ὅταν ὅμως τὰ πλήθη ἐκατάλαβαν ὅτι εἶναι Ἰουδαῖος, ὅλοι μὲ μιὰ φωνὴ ἐφώναζαν ἐπὶ δύο περίπου ὧρες: «Μεγάλη ἡ Ἄρτεμις τῶν Ἐφεσίων».

    35 Τότε ὁ γραμματεύς, ἀφοῦ καθησύχασε τὸν ὄχλον, εἶπε, «Ἄνδρες Ἐφέσιοι, ὑπάρχει κανεὶς ἄνθρωπος ποὺ δὲν ξέρει ὅτι ἡ πόλις τῶν Ἐφεσίων εἶναι ὁ ἐπιμελητὴς τοῦ ναοῦ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος καὶ τοῦ ἀγάλματος ποὺ ἔπεσε ἀπὸ τὸν οὐρανόν;

    36 Ἀφοῦ λοιπὸν αὐτὰ εἶναι ἀναντίρρητα, πρέπει νὰ μένετε ἥσυχοι καὶ νὰ μὴν κάνετε ἀπερίσκεπτα πράγματα.

    37 Ἐφέρατε τοὺς ἄνδρας τούτους, οἱ ὁποῖοι οὔτε ἱερόσυλοι εἶναι οὔτε βλασφημοῦν τὴν θεάν σας.

    38 Ἐὰν ἑπομένως ὁ Δημήτριος καὶ οἱ συντεχνῖταί του ἔχουν κατηγορίαν ἐναντίον κάποιου, ὑπάρχουν ἡμέραι δικάσιμοι, ὑπάρχουν καὶ ἀνθύπατοι, ἂς μηνύσῃ ὁ ἕνας τὸν ἄλλον.

    39 Ἐὰν ὅμως ζητᾶτε κάτι ἄλλο, αὐτὸ θὰ λυθῇ εἰς τὴν νόμιμον συνέλευσιν.

    40 Διότι κινδυνεύομεν νὰ κατηγορηθοῦμε διὰ στάσιν διὰ τὰ σημερινὰ ἐπεισόδια, ἀφοῦ δὲν ὑπάρχει καμμία αἰτία, μὲ τὴν ὁποίαν νὰ μπορέσωμε νὰ δικαιολογήσωμεν τὴν ταραχὴν αὐτήν».

    41 Καὶ ἀφοῦ εἶπε αὐτά, διέλυσε τὴν συνέλευσιν.

    Το αρχαίο κείμενο

    1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρὼν μαθητάς τινας

    2 εἶπε πρὸς αὐτούς· Εἰ πνεῦμα
    ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν.

    3 εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα.

    4 εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ' ἔστιν εἰς τὸν Ἰησοῦν Χριστόν.

    5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.

    6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον.

    7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο.

    8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

    9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ' αὐτῶν ἀφώρισε τοὺς μαθητάς, καθ' ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός.

    10 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας.

    11 Δυνάμεις τε οὐ τὰς τυχούσας ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου,

    12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ' αὐτῶν.

    13 Ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ λέγοντες· Ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν ὃν ὁ Παῦλος κηρύσσει.

    14 ἦσαν δέ τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες.

    15 ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπε· Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ;

    16 καὶ ἐφαλλόμενος ἐπ' αὐτοὺς ὁ ἄνθρωπος, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, κατακυριεύσας αὐτῶν ἴσχυσε κατ' αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.

    17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον, καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ·

    18 πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.

    19 ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.

    20 Οὕτω κατὰ κράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν.

    21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱεροσαλήμ, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ρώμην ἰδεῖν.

    22 ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν.

    23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.

    24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην·

    25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστι,

    26 καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.

    27 οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τὴν μεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.

    28 Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.

    29 καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνα, συνεκδήμους Παύλου.

    30 τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί.

    31 τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.

    32 ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκεν συνεληλύθεισαν.

    33 ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.

    34 ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.

    35 καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωπος ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς;

    36 ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.

    37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὰν ὑμῶν.

    38 εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις.

    39 εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.

    40 καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ δυνησόμεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης.

    41 καὶ ταῦτα εἰπὼν ἀπέλυσε τὴν ἐκκλησίαν.

    Κεφάλαιο 20 (Ὁ Παῦλος εἰς Μακεδονίαν, Ἑλλάδα καὶ Τρῳάδα - Ὁ Εὔτυχος - Μετάβασις εἰς Μίλητον - Ἀποχαιρετιστήριος ὁμιλία τοῦ Παύλου πρὸς τοὺς πρεσβυτέρους τῆς Ἐφέσου)


Δημοφιλη αρθρα

Λογοι