Follow @pistosgr

Βρίσκεστε εδώ:

Πράξεις Αποστόλων

  • Κεφάλαιο 22 (Ὁμιλία τοῦ Παύλου πρὸς τοὺς Ἰουδαίους - Ὁ Παῦλος ἐπικαλεῖται τὴν ἰδιότητά του τοῦ Ρωμαίου πολίτου - Ὁ Παῦλος ἀπολογεῖται ἐνώπιον τοῦ Συνεδρίου)

    Ὁμιλία τοῦ Παύλου πρὸς τοὺς Ἰουδαίους

    1 «Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκοῦστέ με τώρα νὰ ἀπολογοῦμαι σ’ ἐσᾶς».

    2 Ὅταν ἄκουσαν ὅτι τοὺς προσφωνοῦσε εἰς τὴν Ἑβραϊκὴν διάλεκτον, ἡσύχασαν ἀκόμη περισσότερον.

    3 Καὶ συνέχισε, «Ἐγὼ εἶμαι Ἰουδαῖος, ἐγεννήθηκα εἰς τὴν Ταρσὸν τῆς Κιλικίας, ἀλλ’ ἀνατράφηκα εἰς τὴν πόλιν αὐτήν· ὡς μαθητὴς τοῦ Γαμαλιὴλ ἔμαθα μὲ ἀκρίβειαν τὸν πατρικὸν νόμον καὶ ἤμουν ζηλωτὴς τοῦ Θεοῦ, καθὼς εἶσθε ὅλοι σεῖς σήμερα.

    4 Τὴ νέαν αὐτὴν διδασκαλίαν κατεδίωξα μέχρι θανάτου καὶ παρέδιδα ἁλυσοδεμένους σὲ φυλακὲς ἄνδρες καὶ γυναῖκες,

    5 ὅπως ὁ ἀρχιερεὺς μαρτυρεῖ δι’ ἐμὲ καὶ ὅλον τὸ σῶμα τῶν πρεσβυτέρων, παρὰ τῶν ὁποίων ἔλαβα καὶ ἐπιστολὰς πρὸς τοὺς συναδέλφους τῆς Δαμασκοῦ καὶ ἐπήγαινα διὰ νὰ φέρω εἰς τὴν Ἱερουσαλὴμ δεμένους καὶ ἐκείνους ποὺ ἦσαν ἐκεῖ, διὰ νὰ τιμωρηθοῦν.

    6 Ἐνῷ ἐβάδιζα καὶ ἐπλησίαζα εἰς τὴν Δαμασκόν, αἰφνιδίως κατὰ τὴν μεσημβρίαν ἄστραψε γύρω μου μεγάλο φῶς ἀπὸ τὸν οὐρανόν.

    7 Ἔπεσα εἰς τὸ ἔδαφος καὶ ἄκουσα φωνὴν νὰ μοῦ λέγει, «Σαούλ, Σαούλ, γιατὶ μὲ καταδιώκεις;».

    8 Ἐγὼ ἀπεκρίθην, «Ποιός εἶσαι, Κύριε;». Καὶ αὐτὸς μοῦ εἶπε, «Ἐγὼ εἶμαι ὁ Ἰησοῦς ὁ Ναζωραῖος, τὸν ὁποῖον σὺ καταδιώκεις».

    9 Ἐκεῖνοι ποὺ ἦσαν μαζί μου εἶδαν τὸ φῶς καὶ ἐφοβήθηκαν, δὲν ἄκουσαν ὅμως τὴν φωνὴν ἐκείνου ποὺ μοῦ μιλοῦσε.

    10 Εἶπα τότε, «Τί νὰ κάνω, Κύριε;». Ὁ δὲ Κύριος μοῦ εἶπε, «Σήκω, πήγαινε εἰς τὴν Δαμασκὸν καὶ ἐκεῖ θὰ σοῦ ποῦν ὅλα ὅσα εἶναι καθωρισμένα διὰ σὲ νὰ κάνῃς».

    11 Ἐπειδὴ δὲ δὲν ἔβλεπα ἀπὸ τὴν λάμψιν τοῦ φωτὸς ἐκείνου, μὲ ὡδηγοῦσαν ἀπὸ τὸ χέρι οἱ σύντροφοί μου καὶ ἔτσι ἦλθα εἰς τὴν Δαμασκόν.

    12 Κάποιος Ἀνανίας, ἄνθρωπος εὐσεβὴς κατὰ τὸν νόμον, ὁ ὁποῖος εἶχε καλὴν φήμην ἀπὸ ὅλους τοὺς Ἰουδαίους κατοίκους τῆς Δαμασκοῦ,

    13 ἦλθε καὶ στάθηκε μπροστά μου καὶ μοῦ εἶπε, «Σαοὺλ ἀδελφέ, ἀπόκτησε πάλιν τὸ φῶς σου». Καὶ ἀμέσως ὕψωσα τὸ βλέμμα μου πρὸς αὐτόν.

    14 Αὐτὸς δὲ μοῦ εἶπε, «Ὁ Θεὸς τῶν πατέρων μας σὲ προώρισε νὰ μάθῃς τὸ θέλημά του καὶ νὰ ἰδῇς τὸν Δίκαιον καὶ νὰ ἀκούσῃς φωνὴν ἀπὸ τὸ στόμα του.

    15 Διότι θὰ τοῦ εἶσαι μάρτυς εἰς ὅλους τοὺς ἀνθρώπους δι’ ὅσα εἶδες καὶ ἄκουσες.

    16 Καὶ τώρα γιατὶ χρονοτριβεῖς; Σήκω καὶ βαπτίσου καὶ πλύσου ἀπὸ τὰς ἁμαρτίας σου ἀφοῦ ἐπικαλεσθῇς τὸ ὄνομα τοῦ Κυρίου».

    17 Ὅταν ἐπέστρεψα εἰς τὴνἹερουσαλὴμ καὶ ἐνῷ προσευχόμουν εἰς τὸν ναόν, περιέπεσα εἰς ἔκστασιν καὶ τὸν εἶδα,

    18 μοῦ ἔλεγε δέ: «Τρέξε καὶ φύγε γρήγορα ἀπὸ τὴν Ἱερουσαλήμ, διότι δὲν θὰ δεχθοῦν τὴν ἁμαρτίαν σου γιὰ μένα».

    19 Καὶ ἐγὼ εἶπα, «Κύριε, αὐτοὶ ξέρουν ὅτι ἐγὼ ἐφυλάκιζα καὶ ἔδερνα εἰς τὰς συναγωγὰς ἐκείνους ποὺ ἐπίστευαν σ’ ἐσένα.

    20 Καὶ ὅταν ἐχύνετο τὸ αἷμα τοῦ Στεφάνου τοῦ μάρτυρά σου, ἤμουν καὶ ἐγὼ παρὼν καὶ συγκατένευα εἰς τὸν φόνον του καὶ ἐφύλαγα τὰ ἐνδύματα ἐκείνων ποὺ τὸν ἐφόνευαν».

    21 Καὶ αὐτὸς μοῦ εἶπε, «Πήγαινε, διότι ἐγὼ θὰ σὲ στείλω μακρυὰ εἰς ἐθνικούς».

    Ὁ Παῦλος ἐπικαλεῖται τὴν ἰδιότητά του τοῦ Ρωμαίου πολίτου

    22 Ἕως αὐτὸ τὸ σημεῖον τοῦ λόγου τὸν ἄκουαν, ἀλλὰ ὕστερα ἄρχισαν νὰ φωνάζουν, «Ἐξαφάνισε ἀπὸ τὴν γῆν ἕνα τέτοιον ἄνθρωπον, διότι δὲν πρέπει νὰ ζῇ».

    23 Ἐπειδὴ δὲ ἐφώναζαν καὶ ἔρριχναν τὰ ἐνδύματά τους καὶ ἐσκόρπιζαν σκόνιν εἰς τὸν ἀέρα,

    24 ὁ χιλίαρχος διέταξε νὰ ὁδηγηθῇ εἰς τὸν στρατῶνα καὶ νὰ τὸν ἀνακρίνουν μὲ μαστιγώσεις διὰ νὰ μάθῃ τὴν αἰτίαν διὰ τὴν κατακραυγὴν αὐτὴν ἐναντίον του.

    25 Ἀλλ’ ὅταν τὸν εἶχαν δέσει διὰ νὰ τὸν μαστιγώσουν, εἶπε ὁ Παῦλος εἰς τὸν ἑκατόνταρχον ποὺ ἦτο ἐκεῖ, «Σᾶς ἐπιτρέπεται ἀπὸ τὸν νόμον νὰ μαστιγώσετε Ρωμαῖον πολίτην χωρὶς νὰ ἔχει καταδικασθῇ;».

    26 Ὅταν ἄκουσε αὐτὸ ὁ ἑκατόνταρχος, ἐπῆγε εἰς τὸν χιλίαρχον καὶ τοῦ εἶπε, «Πρόσεξε τί πᾶς νὰ κάνῃς, διότι ὁ ἄνθρωπος αὐτὸς εἶναι Ρωμαῖος πολίτης».

    27 Ἦλθε τότε ὁ χιλίαρχος καὶ τοῦ εἶπε, «Πές μου, εἶσαι Ρωμαῖος πολίτης;». Αὐτὸς δὲ εἶπε, «Ναί».

    28 Καὶ ὁ χιλίαρχος ἀπεκρίθη, «Ἐγὼ μὲ πολλὰ χρήματα ἀπέκτησα τὸ δικαίωμα τοῦτο τοῦ πολίτου». Ὁ Παῦλος εἶπε, «Ἐγὼ ὅμως τὸ ἔχω ἐκ γενετῆς».

    29 Τότε ἀπεσύρθησαν ἀμέσως ἐκεῖνοι ποὺ ἐπρόκειτο νὰ τὸν ἀνακρίνουν καὶ ὁ ἴδιος ὁ χιλίαρχος ἐφοβήθηκε, ὅταν εἶδε ὅτι ὁ Παῦλος εἶναι Ρωμαῖος πολίτης καὶ τὸν εἶχε δέσει.

    Ὁ Παῦλος ἀπολογεῖται ἐνώπιον τοῦ Συνεδρίου

    30 Τὴν ἄλλην ἡμέραν, ἐπειδὴ ἤθελε νὰ μάθῃ ἀκριβὼς διὰ ποίαν αἰτίαν κατηγορεῖτο ἀπὸ τοὺς Ἰουδαίους, τὸν ἔλυσε ἀπὸ τὰ δεσμὰ καὶ διέταξε νὰ συνέλθουν οἱ ἀρχιερεῖς καὶ ὁλόκληρον τὸ συνέδριόν τους. Ὕστερα ἔφερε κάτω τὸν Παῦλον καὶ τοὺς τὸν παρουσίασε.

    Το αρχαίο κείμενο

    1 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.

    2 ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν.

    3 καὶ φησίν· Ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιὴλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον.

    4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,

    5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ' ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ ἵνα τιμωρηθῶσιν.

    6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,

    7 ἔπεσόν τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ, Σαούλ, τί με διώκεις;

    8 ἐγὼ δὲ ἀπεκρίθην· τίς εἶ, Κύριε; εἶπέ τε πρός με· ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.

    9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.

    10 εἶπον δέ· τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με· ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.

    11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.

    12 Ἀνανίας δέ τις, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ἐν Δαμασκῷ Ἰουδαίων,

    13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.

    14 ὁ δὲ εἶπεν· ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,

    15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.

    16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.

    17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι·

    18 σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ.

    19 κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·

    20 καὶ ὅτε ἐξεχετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.

    21 καὶ εἶπε πρός με· πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.

    22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.

    23 κραυγαζόντων δὲ αὐτῶν καὶ ῥιπτόντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,

    24 ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα ἐπιγνῷ δι' ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.

    25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· Εἰ ἄνθρωπον Ρωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;

    26 ἀκούσας δὲ ὁ ἑκατόνταρχος προσελθὼν ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων· ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ρωμαῖός ἐστι.

    27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, εἰ σὺ Ρωμαῖος εἶ. ὁ δὲ ἔφη· Ναί.

    28 ἀπεκρίθη τε ὁ χιλίαρχος· Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· Ἐγὼ δὲ καὶ γεγέννημαι.

    29 εὐθέως οὖν ἀπέστησαν ἀπ' αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ρωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς.

    30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς, τὸ τί κατηγορεῖται παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτόν ἀπὸ τῶν δεσμῶν καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

    Κεφάλαιο 23 (Συνωμοσία τῶν Ἰουδαίων ἐναντίον τοῦ Παύλου - Ὁ Παῦλος ἀποστέλλεται εἰς Καισάρειαν -


Δημοφιλη αρθρα

Λογοι