Follow @pistosgr

Βρίσκεστε εδώ:

Πράξεις Αποστόλων

  • Κεφάλαιο 3 (Θεραπεία χωλοῦ ἐπαίτου - Ὁμιλία τοῦ Πέτρου εἰς τὸν ναόν)

    Θεραπεία χωλοῦ ἐπαίτου

    1 Ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἀνέβαιναν μαζὶ εἰς τὸν ναὸν τὴν ὥραν τῆς προσευχῆς, τὴν ἑνάτην.

    2 Καὶ κάποιος ἐκ γενετῆς χωλὸς ἐφέρετο καὶ ἐτοποθετεῖτο κάθε ἡμέραν κοντὰ εἰς τὴν πύλην τοῦ ναοῦ, ποὺ ὀνομάζεται Ὡραία, διὰ νὰ ζητῇ ἐλεημοσύνην ἀπὸ ὅσους ἔμπαιναν εἰς τὸν ναόν.

    3 Ὅταν αὐτὸς εἶδε ὅτι ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἐπρόκειτο νὰ μποῦν εἰς τὸν ναόν, παρακαλοῦσε δι’ ἐλεημοσύνην.

    4 Ὁ Πέτρος προσήλωσε τὸ βλέμμα του εἰς αὐτόν μαζὶ μὲ τὸν Ἰωάννην, καὶ εἶπε, «Κύτταξέ μας».

    5 Ἐκεῖνος ἔδωσε ὅλην του τὴν προσοχὴν διότι ἐπερίμενε νὰ πάρῃ κάτι ἀπ’ αὐτούς.

    6 Ὁ δὲ Πέτρος εἶπε, «Ἀσῆμι καὶ χρυσάφι δὲν ἔχω· ἀλλ’ ἐκεῖνο ποὺ ἔχω σοῦ τὸ δίνω· εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου σήκω καὶ περπάτησε».

    7 Καὶ ἀφοῦ τὸν ἔπιασε ἀπὸ τὸ δεξὶ χέρι, τὸν ἐσήκωσε· ἀμέσως δὲ ἐστερεώθηκαν τὰ πόδια του καὶ οἱ ἀστράγαλοι,

    8 καὶ μὲ ἕνα πήδημα ἐσηκώθηκε ὀρθὸς καὶ περπατοῦσε καὶ ἐμπῆκε μαζί τους εἰς τὸν ναόν, περιπατῶν καὶ πηδῶν καὶ δοξολογῶν τὸν Θεόν.

    9 Ὅλος ὁ λαὸς τὸν εἶδε νὰ περπατῇ καὶ νὰ δοξολογῇ τὸν Θεὸν

    10 καὶ τὸν ἀνεγνώρισαν ὅτι ἦτο ἐκεῖνος ποὺ ἐσυνείθιζε νὰ κάθεται εἰς τὴν Ὡραίαν πύλην τοῦ ναοῦ δι’ ἐλεημοσύνην καὶ ἔγιναν ἄκθαμβοι καὶ ἐκστατικοὶ γι’ αὐτὸ ποὺ τοῦ συνέβη.

    11 Ἐνῷ δὲ ὁ θεραπευθεὶς χωλὸς ἐκρατοῦσε τὸν Πέτρον καὶ τὸν Ἰωάννην, ὅλος ὁ λαὸς ἔτρεξε κατάπληκτος πρὸς αὐτοὺς εἰς τὴν στοὰν ποὺ ἐκαλεῖτο τοῦ Σολομῶντος.

    Ὁμιλία τοῦ Πέτρου εἰς τὸν ναόν

    12 Ὅταν εἶδε αὐτὸ ὁ Πέτρος, εἶπε εἰς τὸν λαόν, «Ἄνδρες Ἰσραηλῖται, γιατὶ ἐκπλήττεσθε γι’ αὐτό; Γιατὶ ἔχετε προσηλωμένον τὸ βλέμμα σας σ’ ἐμᾶς σὰν νὰ τὸν εἴχαμε κᾶνει νὰ περπατῇ μὲ δική μας δύναμι ἢ εὐσέβεια;

    13 Ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων σας, ἐδόξασεν τὸν δοῦλόν του Ἰησοῦν, τὸν ὁποῖον σεῖς παρεδώσατε καὶ τὸν ἀρνηθήκατε ἐνώπιον τοῦ Πιλάτου, ὅταν αὐτὸς εἶχε ἀποφασίσει νὰ τὸν ἀπολύσῃ.

    14 Ἀρνηθήκατε τὸν Ἅγιον καὶ Δίκαιον καὶ ἐζητήσατε νὰ σᾶς χαρισθῇ ἕνας ἄνδρας φονηᾶς,

    15 τὸν δὲ Ἀρχηγὸν τῆς ζωῆς ἐσκοτώσατε, ἀλλ’ ὁ Θεὸς τὸν ἀνέστησε ἐκ νεκρῶν· τοῦ γεγονότος ἐκείνου ἐμεῖς ἤμεθα μάρτυρες.

    16 Καὶ τὸ ὄνομα τοῦ Ἰησοῦ, διὰ τῆς πίστεως εἰς αὐτό, ἐστερέωσε τοῦτον τὸν ὁποῖον βλέπετε καὶ ξέρετε, καὶ ἡ πίστις, ποὺ ἐνεργεῖται δι’ αὐτοῦ, τοῦ ἔδωκε τὴν πλήρην αὐτὴν ὑγείαν ἐνώπιον ὅλων σας.

    17 Καὶ τώρα, ἀδελφοί, ξέρω ὅτι ἀπὸ ἄγνοιαν ἐνεργήσατε, ὅπως καὶ οἱ ἄρχοντές σας.

    18 Ἀλλ’ αὐτὸς εἶναι ὁ τρόπος διὰ τοῦ ὁποίου ὁ Θεὸς ἐπραγματοποίησε ἐκεῖνα ποὺ εἶχε προείπει διὰ στόματος ὅλων τῶν προφητῶν του, δηλαδὴ τὰ παθήματα τοῦ Χριστοῦ.

    19 Μετανοήσατε λοιπὸν καὶ ἐπιστρέψατε διὰ νὰ ἐξαλειφθοῦν αἱ ἁμαρτίαι σας,

    20 διὰ νὰ ἔλθουν καιροὶ ἀναψυχῆς ἐκ μέρους τοῦ Κυρίου καὶ ἀποστείλῃ τὸν Ἰησοῦν τὸν ἤδη ὡρισμένον διὰ σᾶς Μεσσίαν,

    21 τὸν ὁποῖον πρέπει ὁ οὐρανὸς νὰ δεχθῇ μέχρι τῶν χρόνων ποὺ θὰ ἀποκατασταθοῦν ὅλα ὅσα εἶπε ὁ Θεὸς διὰ στόματος ὅλων τῶν ἁγίων του προφητῶν ἀπὸ τοὺς ἀρχαιοτάτους χρόνους.

    22 Ὁ Μωϋσῆς εἶπε εἰς τοὺς πατέρας μας, Κύριος ὁ Θεός σας θὰ ἐγείρῃ γιὰ σᾶς προφήτην ἀπὸ σᾶς τοὺς ἴδιους ὅπως ἤγειρε ἐμέ· αὐτὸν νὰ ἀκούσετε εἰς ὅλα ὅσα θὰ σᾶς πῇ.

    23 Ἀλλ’ ὅποιος δὲν ἀκούσῃ τὸν προφήτην ἐκεῖνον θὰ ἐξολοθρευθῇ ἀπὸ τὸν λαόν.

    24 Ὅλοι ἐπίσης οἱ προφῆται ἀπὸ τὸν Σαμουὴλ καὶ τοὺς κατόπιν, ὅσοι ἐμίλησαν, προανήγγειλαν τὰς ἡμέρας αὐτάς.

    25 Σεῖς εἶσθε οἱ κληρονόμοι τῶν προφητῶν καὶ τῆς διαθήκης, τὴν ὁποίαν ἔκανε ὁ Θεὸς μὲ τοὺς πατέρας μας, ὅταν εἶπε πρὸς τὸν Ἀβραάμ, Διὰ τοῦ σπέρματός σου θὰ εὐλογηθοῦν ὅλαι αἱ φυλαὶ τῆς γῆς.

    26 Ὅταν ὁ Θεὸς ἀνέστησε τὸν δοῦλον του Ἰησοῦν, πρῶτα σ’ ἐσᾶς τὸν ἔστειλε διὰ νὰ σᾶς εὐλογήσῃ μὲ τὸ νὰ ἀπομακρύνῃ τὸν καθένα ἀπὸ σᾶς ἀπὸ τὸν κακόν σας δρόμον».

    Το αρχαίο κείμενο

    1 Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην.

    2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ' ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν·

    3 ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην.

    4 ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπε· Βλέψον εἰς ἡμᾶς.

    5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ' αὐτῶν λαβεῖν.

    6 εἶπε δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιπάτει.

    7 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά,

    8 καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.

    9 καὶ εἶδεν αὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν·

    10 ἐπεγίνωσκόν τε αὐτὸν ὅτι αὐτὸς ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.

    11 Κρατοῦντος δὲ τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.

    12 ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;

    13 ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε αὐτόν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνον ἀπολύειν·

    14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,

    15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.

    16 καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.

    17 καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν·

    18 ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ παθεῖν τὸν Χριστὸν ἐπλήρωσεν οὕτω.

    19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας,

    20 ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Χριστόν Ἰησοῦν,

    21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων ἁγίων αὐτοῦ προφητῶν ἀπ' αἰῶνος.

    22 Μωϋσῆς μὲν γὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.

    23 ἔσται δὲ πᾶσα ψυχὴ, ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ.

    24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.

    25 ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ὑμῶν, λέγων πρὸς Ἀβραάμ· καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.

    26 ὑμῖν πρῶτον ἀναστήσας ὁ Θεὸς τὸν παῖδα αὐτοῦ Ἰησοῦν ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

    Κεφάλαιο 4 (Ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἐνώπιον τοῦ συνεδρίου - Ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἐπιστρέφουν εἰς τοὺς φίλους των - Κοινὸν ταμεῖον)


Δημοφιλη αρθρα

Λογοι