Follow @pistosgr

Βρίσκεστε εδώ:

Πράξεις Αποστόλων

  • Κεφάλαιο 9 (Ἡ μεταστροφὴ τοῦ Σαύλου - Ὁ Σαῦλος εἰς Δαμασκόν - Ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ καὶ Ταρσόν - Ὁ Πέτρος θεραπεύει τὸν Αἰνέαν εἰς Λύδδαν - Ἡ Δορκάς)

    Ἡ μεταστροφὴ τοῦ Σαύλου

    1 Ὁ Σαῦλος, ὁ ὁποῖος ἐξακολουθοῦσε νὰ πνέῃ ἀπειλὴν καὶ φόνον ἐναντίων τῶν μαθητῶν τοῦ Κυρίου, ἦλθε εἰς τὸν ἀρχιερέα,

    2 καὶ τοῦ ἐζήτησε ἐπιστολὰς πρὸς τὰς συναγωγὰς τῆς Δαμασκοῦ, ὥστε, ἐὰν βρῇ ἀνθρώπους ποὺ ἀκολουθοῦσαν τὸν δρόμον αὐτόν, ἄνδρας καὶ γυναῖκας, νὰ τοὺς φέρῃ δεμένους εἰς τὴν Ἱερουσαλήμ.

    3 Ἀλλ’ ἐνῶ, κατὰ τὴν πορείαν του, ἐπλησίαζε εἰς τὴν Δαμασκόν, ἔξαφνα ἄστραψε γύρω του φῶς ἀπὸ τὸν οὐρανόν.

    4 Ἔπεσε εἰς τὴν γῆν καὶ ἄκουσε φωνὴν νὰ τοῦ λέγῃ, «Σαούλ, Σαούλ, γιατὶ μὲ καταδιώκεις;». Καὶ εἶπε, «Ποιός εἶσαι Κύριε;».

    5 Ὁ δὲ Κύριος εἶπε, «Ἐγὼ εἶμαι ὁ Ἰησοῦς, τὸν ὁποῖον σὺ καταδιώκεις,

    6 ἀλλὰ σήκω καὶ ἔμπα εἰς τὴν πόλιν καὶ θὰ σοῦ δηλωθῇ τί πρέπει νὰ κάνῃς».

    7 Οἱ ἄνδρες, ποὺ τὸν συνώδευαν, ἐστάθηκαν βουβοί, διότι ἄκουαν τὴν φωνήν, ἀλλὰ δὲν ἔβλεπαν κανένα.

    8 Ὁ Σαῦλος ἐσηκώθηκε ἀπὸ τὸ ἔδαφος, ἀλλ’ ἂν καὶ τὰ μάτια του ἦσαν ἀνοικτά, δὲν ἔβλεπε κανένα· γι’ αὐτὸ τὸν κρατοῦσαν ἀπὸ τὸ χέρι καὶ τὸ ἔφεραν εἰς τὴν Δαμασκόν.

    9 Ἐπὶ τρεῖς ἡμέρας δὲν ἔβλεπε καὶ δὲν ἔφαγε οὔτε ἤπιε.

    Ὁ Σαῦλος εἰς Δαμασκόν

    10 Εἰς τὴν Δαμασκὸν ὑπῆρχε κάποιος μαθητής, ὀνομαζόμενος Ἀνανίας, καὶ εἶπε εἰς αὐτὸν ὁ Κύριος σὲ ὅραμα, «Ἀνανία», αὐτὸς δὲ εἶπε, «Ἰδού ἐγώ, Κύριε».

    11 Τότε ὁ Κύριος τοῦ εἶπε, «Σήκω καὶ πήγαινε εἰς τὴν ὁδὸν ποὺ ὀνομάζεται Εὐθεῖα, εἰς τὸ σπίτι τοῦ Ἰούδα, καὶ ζήτησε ἕνα ὀνομαζόμενον Σαῦλον ἀπὸ τὴν Ταρσόν·

    12 διότι αὐτὸς τώρα προσεύχεται καὶ εἶδε σὲ ὅραμα ἄνδρα ὀνομαζόμενον Ἀνανίαν νὰ μπαίνῃ καὶ νὰ βάζῃ τὸ χέρι ἐπάνω του διὰ νὰ ἀναβλέψῃ».

    13 Καὶ ὁ Ἀνανίας ἀπεκρίθη, «Κύριε, ἔχω ἀκούσει ἀπὸ πολλοὺς πόσο κακὸ ἔκανε ὁ ἄνθρωπος αὐτὸς εἰς τοὺς πιστούς σου εἰς τὴν Ἱερουσαλήμ.

    14 Καὶ εἶναι ἐδῶ μὲ ἐξουσίαν ἀπὸ τοὺς ἀρχιερεῖς νὰ συλλάβῃ ὅλους ποὺ ἐπικαλοῦνται τὸ ὄνομά σου».

    15 Ἀλλ’ ὁ Κύριος τοῦ εἶπε, «Πήγαινε γιατὶ αὐτὸς εἶναι ὄργανον ἐκλογῆς μου, διὰ νὰ φέρῃ τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων καὶ τῶν Ἰσραηλιτῶν.

    16 Ἐγὼ ὁ ἴδιος θὰ τοῦ δείξω ὅσα πρέπει νὰ πάθῃ διὰ τὸ ὄνομά μου».

    17 Ὁ Ἀνανίας ἔφυγε καὶ ἐπῆγε εἰς τὸ σπίτι καί, ἀφοῦ ἔβαλε τὰ χέρια του σ’ αὐτόν, εἶπε, «Σαοὺλ ἀδελφέ, ὁ Κύριος, ὁ Ἰησοῦς ποὺ σοῦ ἐμφανίσθηκε εἰς τὸν δρόμον ἀπὸ τὸν ὁποῖον ἦλθες, μὲ ἔστειλε διὰ νὰ ἀναβλέψῃς καὶ γεμίσῃς ἀπὸ Πνεῦμα Ἅγιον».

    18 Καὶ ἀμέσως ἔπεσαν ἀπὸ τὰ μάτια του κάτι σὰν λέπια καὶ ἐνέβλεψε· ὕστερα σηκώθηκε καὶ βαπτίσθηκε.

    19 Καὶ ἀφοῦ ἔφαγε, ἐδυνάμωσε. Ἔμεινε δὲ ὁ Σαῦλος μερικὲς ἡμέρες μὲ τοὺς μαθητὰς ποὺ ἦσαν εἰς τὴν Δαμασκὸν

    20 καὶ ἀμέσως εἰς τὰς συναγωγὰς ἐκήρυττε τὸν Ἰησοῦν, ὅτι αὐτὸς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ.

    21 Καὶ ἦσαν κατάπληκτοι ὅλοι ὅσοι τὸν ἄκουαν καὶ ἔλεγαν, «Δὲν εἶναι αὐτὸς ποὺ ἐξώντωσε εἰς τὴν Ἱερουσαλὴμ ἐκείνους ποὺ ἐπεκαλοῦντο τὸ ὄνομα τοῦτο καὶ ἦλθε ἐδῶ μὲ σκοπὸν νὰ τοὺς ὁδηγήσῃ δεμένους εἰς τοὺς ἀρχιερεῖς;».

    22 Ἀλλ’ ὁ Σαῦλος ἐγίνετο ἀκόμη δυνατότερος καὶ ἔφερνε εἰς σύγχυσιν τοὺς Ἰουδαίους, ποὺ κατοικοῦσαν εἰς τὴν Δαμασκόν, μὲ τὰς ἀποδείξεις του ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Μεσσίας.

    23 Μετὰ παρέλευσιν πολλῶν ἡμερῶν συνωμότησαν οἱ Ἰουδαῖοι νὰ τὸν σκοτώσουν.

    24 Ἔγιναν ὅμως γνωστὰ εἰς τὸν Σαῦλον τὰ σχέδιά τους. Οἱ Ἰουδαῖοι παρεφύλατταν καὶ τὰς πύλας ἡμέραν καὶ νύχτα διὰ νὰ τὸν σκοτώσουν.

    25 Ἀλλ’ οἱ μαθηταὶ τὸν ἐπῆραν τὴν νύχτα καὶ τὸν κατέβασαν ἀπὸ τὸ τεῖχος μέσα σ’ ἕνα καλάθι.

    Ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ καὶ Ταρσόν

    26 Ὅταν ὁ Σαῦλος ἔφθασε εἰς τὴν Ἱερουσαλήμ, προσπαθοῦσε νὰ προσκολληθῇ εἰς τοὺς μαθητάς, ἀλλ’ ὅλοι τὸν ἐφοβοῦντο, διότι δὲν ἐπίστευαν ὅτι εἶναι μαθητής.

    27 Ὁ Βαρνάβας ὅμως τὸν ἐπῆρε, τὸν ὡδήγησε εἰς τοὺς ἀποστόλους καὶ διηγήθηκε εἰς αὐτοὺς πῶς εἰς τὸν δρόμον εἶδε ὁ Σαῦλος τὸν Κύριον ὁ ὁποῖος τοῦ ἐμίλησε καὶ πῶς εἰς τὴν Δαμασκὸν ἐκήρυξε μὲ θάρρος εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ.

    28 Καὶ εἶχε συχνὴν ἐπικοινωνίαν μαζί τους εἰς τὴν Ἱερουσαλὴμ καὶ μὲ θάρρος ἐκήρυττε εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.

    29 Ἐμιλοῦσε ἐπίσης καὶ συζητοῦσε μὲ τοὺς Ἰουδαίους τοὺς ὁμιλοῦντας τὴν ἑλληνικὴν ἀλλ’ αὐτοὶ ζητοῦσαν νὰ τὸν σκοτώσουν.

    30 Ὅταν τὸ ἔμαθαν οἱ ἀδελφοί, τὸν κατέβασαν εἰς τὴν Καισάρειαν καὶ τὸν ἔστειλαν εἰς τὴν Ταρσόν.

    31 Αἱ ἐκκλησίαι λοιπὸν εἰς ὅλην τὴν Ἰουδαίαν, τὴν Γαλιλαίαν καὶ τὴν Σαμάρειαν εἶχαν εἰρήνην καὶ κατηρτίζοντο καὶ ἐβάδιζαν μὲ φόβον τοῦ Κυρίου καὶ ἐπληθύνοντο μὲ τὴν βοήθειαν τοῦ Ἁγίου Πνεύματος.

    Ὁ Πέτρος θεραπεύει τὸν Αἰνέαν εἰς Λύδδαν

    32 Ὁ Πέτρος, κατὰ τὴν διάρκειαν περιοδείας του εἰς ὅλην τὴν περιοχήν, κατέβηκε νὰ ἐπισκεφθῇ καὶ τοὺς ἁγίους ποὺ κατοικοῦσαν εἰς τὴν Λύδδαν.

    33 Ἐκεῖ εὑρῆκε κάποιον ποὺ ὠνομάζετο Αἰνέας, ὁ ὁποῖος ἦτο κατάκοιτος ἐπὶ ὀκτὼ χρόνια διότι ἦτο παράλυτος.

    34 Καὶ τοῦ εἶπε ὁ Πέτρος, «Αἰνέα, σὲ θεραπεύει ὁ Ἰησοῦς Χριστός, σήκω καὶ στρῶσε τὸ κρεββάτι σου». Καὶ ἀμέσως ἐσηκώθηκε.

    35 Καὶ τὸν εἶδαν ὅλοι οἱ κάτοικοι τῆς Λύδδας καὶ τοῦ Σάρωνος, καὶ ἐπέστρεψαν εἰς τὸν Κύριον.

    Ἡ Δορκάς

    36 Εἰς τὴν Ἰόππην ὑπῆρχε κάποια μαθήτρια ποὺ ὠνομάζετο Ταβιθά, ἑλληνιστὶ Δορκάς, ἡ ὁποία ἔκανε πολλὲς ἀγαθοεργίες καὶ ἐλεημοσύνες.

    37 Συνέβη κατὰ τὰς ἡμέρας ἐκείνας νὰ ἀσθενήσῃ καὶ νὰ πεθάνῃ· ἀφοῦ δὲ τὴν ἔλουσαν, τὴν ἔβαλαν εἰς τὸ ἀνῶγι.

    38 Ἐπειδὴ ἡ Λύδδα ἦτο κοντὰ εἰς τὴν Ἰόππην, οἱ μαθηταὶ ἄκουσαν ὅτι ὁ Πέτρος εἶναι ἐκεῖ, καὶ τοῦ ἔστειλαν δύο ἄνδρας μὲ τὴν παράκλησιν: «Μὴ βραδύνῃς νὰ ἔλθῃς καὶ σ’ ἐμᾶς».

    39 Ὁ Πέτρος ἐσηκώθηκε καὶ ἐπῆγε μαζί τους. Ὅταν ἔφθασε, τὸν ὡδήγησαν εἰς τὸ ἀνώγι καὶ παρουσιάσθηκαν εἰς αὐτὸν ὅλες οἱ χῆρες οἱ ὁποῖες ἔκλαιαν καὶ ἔδειχναν τὰ ὑποκάμισα καὶ τὰ ἐνδύματα, ποὺ ἔκανε ἡ Δορκὰς ὅταν ἦτο μαζί τους.

    40 Ὁ Πέτρος ἔβγαλε ὅλους ἔξω, ἐγονάτισε καὶ προσευχήθηκε. Ὕστερα ἐστράφη πρὸς τὸ σῶμα καὶ εἶπε, «Ταβιθά, σήκω». Αὐτὴ ἄνοιξε τὰ μάτια της καὶ ὅταν εἶδε τὸν Πέτρον, ἀνασηκώθηκε.

    41 Ὁ Πέτρος τῆς ἔδωκε τὸ χέρι καὶ τὴν ἐσήκωσε ὀρθήν. Ὕστερα ἐφώναξε τοὺς ἁγίους καὶ τὶς χῆρες καὶ τὴν παρουσίασε ζωντανήν.

    42 Αὐτὸ ἔγινε γνωστὸν εἰς ὅλλην τὴν Ἰόππην καὶ πολλοὶ ἐπίστεψαν εἰς τὸν Κύριον.

    43 Ἔμεινε δὲ ὁ Πέτρος ἀρκετὰς ἡμέρας εἰς τὴν Ἰόππην, εἰς τὸ σπίτι κάποιου Σίμωνος βυρσοδέψη.

    Το αρχαίο κείμενο

    1 Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ

    2 ᾐτήσατο παρ' αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.

    3 ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ,

    4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσε φωνὴν λέγουσαν αὐτῷ· Σαοὺλ Σαούλ, τί με διώκεις;

    5 εἶπε δέ· Τίς εἶ, κύριε; ὁ δέ Κύριος εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·

    6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν.

    7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.

    8 ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων τε τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπε· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.

    9 καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.

    10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἁνανία. ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, Κύριε.

    11 ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,

    12 καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἁνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.

    13 ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ·

    14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.

    15 εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ·

    16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.

    17 Ἀπῆλθε δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ' αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος ἁγίου.

    18 καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.

    19 Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ὄντων ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς,

    20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

    21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐλήλυθεν, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;

    22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.

    23 ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·

    24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν, παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσι·

    25 λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς καθῆκαν διὰ τοῦ τείχους χαλάσαντες ἐν σπυρίδι.

    26 Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής.

    27 Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι Ἰησοῦ.

    28 καὶ ἦν μετ' αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλήμ καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ,

    29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν αὐτόν ἀνελεῖν.

    30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.

    31 Αἱ μὲν οὖν ἐκκλησίαι καθ' ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου Πνεύματος ἐπληθύνοντο.

    32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.

    33 εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος.

    34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη.

    35 καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.

    36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.

    37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ.

    38 ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι
    διελθεῖν ἕως αὐτῶν.

    39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ Δορκάς.

    40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε.

    41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.

    42 γνωστὸν δὲ ἐγένετο καθ' ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.

    43 Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.

    Κεφάλαιο 10 (Ὁ Πέτρος καὶ ὁ Κορνήλιος - Ὁμιλία τοῦ Πέτρου


Δημοφιλη αρθρα

Λογοι