Follow @pistosgr

Βρίσκεστε εδώ:

Λατρεία

  • Νικόδημος ο Αγιορείτης: Ερμηνεία του κανόνα της Μ. Δευτέρας (Ωδή α΄ -ο ειρμός)

    agios nikodimosὨδή α '. Ἦχος β'. Ὁ Εἱρμός.

    Τῷ τήν ἄβατον κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καί πεζεῦσαι δι'αὐτῆς, τόν ἰσραηλίτην, λαόν καθοδηγήσαντι, Κυρίῳ ἄσωμεν· ἐνδόξως γάρ δεδόξασται.
    Ας ψάλλουμε τον Κύριο, που με τη θεία προσταγή Του αποξήρανε την αδιάβατη και φουρτουνιασμένη από τα κύματα θάλασσα  (=Ερυθρά) και οδήγησε τον ισραηλιτικό λαό να περάσει μέσα απ' αυτή πεζός  στο απέναντι μέρος, γιατί με το θαύμα αυτό δοξάστηκε (Κύριος) σε μεγάλο βαθμό.

    Ἑρμηνεία.
    Εἰς τόν παρόντα Εἱρμόν ἀναφέρει ὁ Ἱερός Μελωδός τήν πρώτην Ὠδήν τήν ὑπό Μωϋσέως ποιηθεῖσαν, καί τά ἐκείνης λόγια· ἄς ψάλωμεν, λέγει, εἰς τόν Κύριον, ὅστις μέ τήν θεϊκήν προσταγήν του ἐπρόσταξεν οὔτω τόν Μωϋσῆν· «Λάλησον τοῖς Υἱοῖς Ἰσραήλ καί ἀναζευξάτωσαν, καί σύ ἔπαρον τήν ράβδον σου καί ἔκτεινον τήν χεῖρα σου ἐπί τήν θάλασσαν καί ρῆξον αὐτήν, καί εἰσελθέτωσαν οἱ Υἱοί Ἰσραήλ εἰς μέσον τῆς θαλάσσης κατά τό ξηρόν» ("Εξ. ιδ' 15-16). Αὐτός ὁ Κύριος μέ τήν προσταγήν του ἐξήρανε τήν ἐρυθράν θάλασσαν, ἤτις ἦτον ἄβατος ἀπό γυμνά ποδάρια καί ἀδιαπέραστος. Προσθέτει δέ ἀκολούθως ὁ Μελωδός καί τήν αἰτίαν, διά τήν ὁποίαν ἦτο ἀδιαπέραστος· ἐπειδή, λέγει ἦτον κυμαινομένη ἀπό τά κύματα, τά ὁποῖα φυσικῷ τῷ τρόπῳ διεγείρει ἡ θάλασσα· πρόδηλον γάρ ὅτι διά τοῦτο ἧτον αὕτη ἄβατος, διότι ἦτον κυμαινομένη. Οὐ μόνον δέ τήν θάλασσαν ἐξήρανεν ὁ Κύριος, ἀλλά καί ὡδήγησε τόν λαόν τοῦ Ἰσραήλ νά διαπεράσῃ αὐτήν ὡς ξηράν πεζός καί μέ γυμνά πόδια. Ὅθεν εἰς τόν Κύριον τόν ποιοῦντα τοιαῦτα τέρατα ἄς ψάλλωμεν καί ἡμεῖς τόν ἐπινίκιον ὕμνον ἐκεῖνον ὅπου ἔψαλλον οἱ Ἰσραηλῖται· ἐπειδή ἐνδόξως δεδόξασται.
    Ἀπορίας δέ ἄξιον εἶναι, διατί ὁ Ποιητής ἐδῶ δέν εἶπεν ἁπλῶς ξηράναντι, ἀλλά ἀναξηράναντι; Εἰς λύσιν τῆς ἀπορίας λέγομεν ὅτι ἡ Ἀνά Πρόθεσις ἐδῶ δηλοῖ τήν δευτέραν ξηρότητα ὅπου ἔλαβεν ἡ γῆ ἀπό τό στοιχεῖον τοῦ νεροῦ· ἐξηράνθη γάρ αὐτή καί πρότερον ἐν τῇ δημιουργία τοῦ Κόσμου, ὅταν ἡ γῆ μέν ὅλη ἦτον σκεπασμένη ἀπό τά νερά, διά προσταγῆς δέ τοῦ Θεοῦ ἐσυνάχθησαν τά νερά εἰς τά κοιλώματα τῆς γῆς, καί ἐφάνη ἡ ξηρά· «Συναχθήτω γάρ, φησί, τό ὕδωρ τό ὑποκάτω τοῦ Οὐρανοῦ εἰς συναγωγήν μίαν, καί ὀφθήτω ἡ ξηρά» (Γέν. α' 9). Καθώς λοιπόν τότε πρῶτον ἐξηράνθη ἡ γῆ διά τοῦ χωρισμοῦ τῶν ὑδάτων· οὕτω καί τώρα δεύτερον ἐξηράνθη ἡ γῆ ἡ ὑποκάτω οὖσα τῆς ἐρυθρᾶς θαλάσσης μέ τόν διαχωρισμόν τοῦ νεροῦ τόν ὑπό τοῦ Θεοῦ διά Μωϋσέως γενόμενον· τούτου χάριν καί ὁ Μελωδός δέν εἶπε ξηράναντι, ἀλλά ἀναξηράναντι· ἡ γάρ Ἀνά Πρόθεσις δύο σημαινόμενα ἔχει· σημαίνει γάρ καί τήν ἄνω κίνησιν καί φοράν, καθώς εἶναι τό, Ἀνέβλεψεν: ἤτοι ἄνω ἔβλεψε, καί τό, Ἀνελήφθη: ἤτοι ἄνω ἀρπάχθη· σημαίνει δέ καί τήν ἐπιδίπλωσιν καί δευτέρωσιν τοῦ αὐτοῦ πράγματος, καθώς εἶναι τό, Ἀναλάβωμεν τόν λόγον: ἤτοι ἄς δευτερώσωμεν τόν λόγον, καί τό, Ἀνάμνησιν ἐποίησα: ἤτοι δευτέραν μνήμην ἔλαβον· ἐπειδή ἡ ἀνάμνησις δέν εἶναι ἄλλο τι, πάρεξ μία δευτέρα μνήμη τοῦ αὐτοῦ πράγματος. Τοιοῦτον σημαινόμενον ἔχει τώρα ἡ Ἀνά καί ἐν τῷ Ἀναξηράναντι, οὐδέν ἄλλο δηλοῦσα, εἰ μή τήν δευτέραν τῆς γῆς ξηρότητα, τήν ὁποίαν ἔλαβε μετά τόν χωρισμόν τοῦ νεροῦ τῆς ἐρυθρᾶς θαλάσσης.

     

    Περισσότερα...


Δημοφιλη αρθρα

Λογοι